TLG 1542 001 :: NUMENIUS :: Fragmenta NUMENIUS Phil. Fragmenta Source: des Places, É. (ed.), Numénius. Fragments. Paris: Les Belles Lettres, 1974: 42–94, 99–102.
Citation: Fragment — (line) | ||
1-22(t) | Περὶ τἀγαθοῦ | |
1a(1n) | (Eus., Pr. ev., IX, 7, 1; p. 411 b—c V.; | |
2n | I, p. 493, 22—494, 7 Mras) | |
---|---|---|
1 | Καὶ αὐτοῦ δὲ τοῦ πυθαγορικοῦ φιλοσόφου, τοῦ Νουμηνίου λέγω, ἀπὸ τοῦ πρώτου Περὶ τἀγαθοῦ τάδε παραθήσομαι· Εἰς δὲ τοῦτο δεήσει εἰπόντα καὶ σημηνάμενον ταῖς μαρτυρίαις ταῖς Πλάτωνος ἀναχωρήσασθαι καὶ συνδή‐ | |
5 | σασθαι τοῖς λόγοις τοῦ Πυθαγόρου, ἐπικαλέσασθαι δὲ τὰ ἔθνη τὰ εὐδοκιμοῦντα, προσφερόμενον αὐτῶν τὰς τε‐ λετὰς καὶ τὰ δόγματα τάς τε ἱδρύσεις συντελουμένας Πλάτωνι ὁμολογουμένως, ὁπόσας Βραχμᾶνες καὶ Ἰουδαῖοι καὶ Μάγοι καὶ Αἰγύπτιοι διέθεντο. | |
1b(1n) | (Origenes, Contra Celsum, I, 15; I, p. 67, 21—27 Koetschau; | |
2n | I, p. 114, 33—116, 8 Borret) | |
1 | Πόσῳ δὲ βελτίων Κέλσου καὶ διὰ πολλῶν δείξας εἶναι ἐλλογιμώτατος καὶ πλείονα βασανίσας δόγματα καὶ ἀπὸ πλειόνων συναγαγὼν ἃ ἐφαντάσθη εἶναι ἀληθῆ ὁ Πυθα‐ γόρειος Νουμήνιος, ὅστις ἐν τῷ πρώτῳ Περὶ τἀγαθοῦ, | |
5 | λέγων περὶ τῶν ἐθνῶν ὅσα περὶ τοῦ θεοῦ ὡς ἀσωμάτου | |
διείληφεν, ἐγκατέταξεν αὐτοῖς καὶ τοὺς Ἰουδαίους, οὐκ ὀκνήσας ἐν τῇ συγγραφῇ αὐτοῦ χρήσασθαι καὶ λόγοις προφητικοῖς καὶ τροπολογῆσαι αὐτούς. | 42 | |
1c(1n) | (Id., ibid., IV, 51; I, p. 324, 18—23 Koetschau; | |
2n | II, p. 316, 14—20 Borret) | |
1 | Ἐγὼ δ’ οἶδα καὶ Νουμήνιον τὸν Πυθαγόρειον ... πολλαχοῦ τῶν συγγραμμάτων αὐτοῦ ἐκτιθέμενον τὰ Μωϋσέως καὶ τῶν προφητῶν καὶ οὐκ ἀπιθάνως αὐτὰ τροπολογοῦντα, ὥσπερ ἐν τῷ καλουμένῳ Ἔποπι καὶ ἐν τοῖς Περὶ ἀριθμῶν | |
5 | καὶ ἐν τοῖς Περὶ τόπου. Ἐν δὲ τῷ τρίτῳ Περὶ τἀγαθοῦ ... | |
2(1n) | (Eus., Pr. ev., XI, 21, 7—22, 2; p. 543 b—d V.; | |
2n | II, p. 48, 17—49, 13 Mras) | |
1 | Πάλιν δὲ καὶ ὁ Νουμήνιος ἐν τοῖς Περὶ τἀγαθοῦ τὴν τοῦ Πλά‐ τωνος διάνοιαν ἑρμηνεύων, τοῦτον διέξεισι τὸν τρόπον· Τὰ μὲν οὖν σώματα λαβεῖν ἡμῖν ἔξεστι σημαινομένοις ἔκ τε ὁμοίων ἀπό τε τῶν ἐν τοῖς παρακειμένοις γνωρισμά‐ | |
5 | των ἐνόντων· τἀγαθὸν δὲ οὐδενὸς ἐκ παρακειμένου οὐδ’ αὖ ἀπὸ ὁμοίου αἰσθητοῦ ἐστι λαβεῖν μηχανή τις οὐδεμία, ἀλλὰ δεήσει, οἷον εἴ τις ἐπὶ σκοπῇ καθήμενος ναῦν ἁλιάδα βραχεῖάν τινα τούτων τῶν ἐπακτρίδων τῶν μόνων μίαν, μόνην, ἔρημον, μετακυμίοις ἐχομένην ὀξὺ | |
10 | δεδορκὼς μιᾷ βολῇ κατεῖδε τὴν ναῦν, οὕτως δεῖ τινα ἀπελθόντα πόρρω ἀπὸ τῶν αἰσθητῶν ὁμιλῆσαι τῷ ἀγαθῷ | |
μόνῳ μόνον, ἔνθα μήτε τις ἄνθρωπος μήτε τι ζῷον ἕτερον μηδὲ σῶμα μέγα μηδὲ σμικρόν, ἀλλά τις ἄφατος καὶ ἀδιή‐ γητος ἀτεχνῶς ἐρημία θεσπέσιος, ἔνθα τοῦ ἀγαθοῦ ἤθη | 43 | |
15 | διατριβαί τε καὶ ἀγλαΐαι, αὐτὸ δὲ ἐν εἰρήνῃ, ἐν εὐμενείᾳ, τὸ ἤρεμον, τὸ ἡγεμονικὸν ἵλεω ἐποχούμενον ἐπὶ τῇ οὐσίᾳ. Εἰ δέ τις πρὸς τοῖς αἰσθητοῖς λιπαρῶν τὸ ἀγαθὸν ἐφιπτά‐ μενον φαντάζεται κἄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι, τοῦ παντὸς ἁμαρτάνει. Τῷ γὰρ ὄντι οὐ | |
20 | ῥαδίας, θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου· καὶ ἔστι κρά‐ τιστον τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως ἐκμελετῆσαι μάθημα, τί ἐστι τὸ ὄν. Ταῦτα μὲν ἐν τῷ πρώτῳ. | |
3(1n) | (Eus., Pr. ev., XV, 17, 1—2; p. 819 a—b V.; | |
2n | II, p. 381, 10—17 Mras) | |
1 | Ἀλλὰ τί δή ἐστι τὸ ὄν; ἆρα ταυτὶ τὰ στοιχεῖα τὰ τέσσαρα, ἡ γῆ καὶ τὸ πῦρ καὶ αἱ ἄλλαι δύο μεταξὺ φύσεις; ἆρα οὖν δὴ τὰ ὄντα ταῦτά ἐστιν, ἤτοι συλλήβδην ἢ καθ’ ἕν γέ τι αὐτῶν; | |
5 | — Καὶ πῶς, ἅ γέ ἐστι καὶ γενητὰ καὶ παλινάγρετα, εἴ γ’ ἔστιν ὁρᾶν αὐτὰ ἐξ ἀλλήλων γιγνόμενα καὶ ἐπαλλασσό‐ μενα καὶ μήτε στοιχεῖα ὑπάρχοντα μήτε συλλαβάς; — Σῶμα μὲν ταυτὶ οὕτως οὐκ ἂν εἴη τὸ ὄν. Ἀλλ’ ἄρα ταυτὶ μὲν οὔ, ἡ δὲ ὕλη δύναται εἶναι ὄν; | |
10 | — Ἀλλὰ καὶ αὐτὴν παντὸς μᾶλλον ἀδύνατον, ἀρρωστίᾳ τοῦ μένειν· ποταμὸς γὰρ ἡ ὕλη ῥοώδης καὶ ὀξύρροπος, βάθος καὶ πλάτος καὶ μῆκος ἀόριστος καὶ ἀνήνυτος. | 44 |
4a(1n) | (Eus., Pr. ev., XV, 17, 3—8; p. 819 c—820 a V.; | |
2n | II, p. 381, 18—382, 19 Mras) | |
1 | Καὶ μετὰ βραχέα ἐπιλέγει· Ὥστε καλῶς ὁ λόγος εἴρηκε φάς, εἰ ἔστιν ἄπειρος ἡ ὕλη, ἀόριστον εἶναι αὐτήν· εἰ δὲ ἀόριστος, ἄλογος· εἰ δὲ ἄλογος, ἄγνωστος. Ἄγνωστον δέ γε οὖσαν αὐτὴν | |
5 | ἀναγκαῖον εἶναι ἄτακτον, ὡς τεταγμένα γνωσθῆναι πάνυ δήπουθεν ἂν εἴη ῥᾴδια· τὸ δὲ ἄτακτον οὐχ ἕστηκεν, ὅ τι δὲ μὴ ἕστηκεν, οὐκ ἂν εἴη ὄν. Τοῦτο δὲ ἦν ὅπερ ἡμῖν αὐτοῖς ὡμολογησάμεθα ἐν τοῖς ἔμπροσθεν, ταυτὶ πάντα συνενεχθῆναι τῷ ὄντι ἀθέμιστον εἶναι. | |
10 | — Δοξάτω μάλιστα μὲν πᾶσιν· εἰ δὲ μή, ἀλλ’ ἐμοί. — Οὔκουν φημὶ τὴν ὕλην οὔτε αὐτὴν οὔτε τὰ σώματα εἶναι ὄν. — Τί οὖν δή; ἦ ἔχομεν παρὰ ταῦτα ἄλλο τι ἐν τῇ φύσει τῇ τῶν ὅλων; | |
15 | — Ναί· τοῦτο οὐδὲν εἰπεῖν ποικίλον, εἰ τόδε πρῶτον μὲν ἐν ἡμῖν αὐτοῖς ἅμα πειραθείημεν διαλεγόμενοι· ἐπειδὴ τὰ σώματά ἐστι φύσει τεθνηκότα καὶ νεκρὰ καὶ πεφορημένα καὶ οὐδ’ ἐν ταὐτῷ μένοντα, ἆρ’ οὐχὶ τοῦ καθέξοντος αὐτοῖς ἔδει; | |
20 | — Παντὸς μᾶλλον. — Εἰ μὴ τύχοι δὲ τούτου, ἆρα μείνειεν ἄν; — Παντὸς ἧττον. | |
— Τί οὖν ἐστι τὸ κατασχῆσον; Εἰ μὲν δὴ καὶ τοῦτο εἴη σῶμα, Διὸς Σωτῆρος δοκεῖ ἄν μοι δεηθῆναι αὐτὸ παρα‐ | 45 | |
25 | λυόμενον καὶ σκιδνάμενον· εἰ μέντοι χρὴ αὐτὸ ἀπηλλάχθαι τῆς τῶν σωμάτων πάθης, ἵνα κἀκείνοις κεκυκημένοις τὴν φθορὰν ἀμύνειν δύνηται καὶ κατέχῃ, ἐμοὶ μὲν οὐ δοκεῖ ἄλλο τι εἶναι ἢ μόνον γε τὸ ἀσώματον· αὕτη γὰρ δὴ φύσεων πασῶν μόνη ἕστηκε καὶ ἔστιν ἀραρυῖα καὶ οὐδὲν | |
30 | σωματική. Οὔτε γοῦν γίγνεται οὔτε αὔξεται οὔτε κίνησιν κινεῖται ἄλλην οὐδεμίαν, καὶ διὰ ταῦτα καλῶς δίκαιον ἐφάνη πρεσβεῦσαι τὸ ἀσώματον. | |
4b(1n) | (Nemesius, Περὶ φύσεως ἀνθρώπου, 2, 8—14; | |
2n | p. 69—72 C. F. Matthaei, Halle, 1802; | |
3n | P. G., 40, c. 537 b—541 a) | |
1 | Κοινῇ μὲν οὖν πρὸς πάντας τοὺς λέγοντας σῶμα τὴν ψυχὴν ἀρκέσει τὰ παρὰ Ἀμμωνίου τοῦ διδασκάλου Πλωτίνου καὶ Νουμηνίου τοῦ Πυθαγορικοῦ εἰρημένα· ἐστὶν δὲ ταῦτα· | |
5 | Τὰ σώματα τῇ οἰκείᾳ φύσει τρεπτὰ ὄντα καὶ σκε‐ δαστὰ καὶ διόλου εἰς ἄπειρον τμητά, μηδενὸς ἐν αὐτοῖς ἀμεταβλήτου ὑπολειπομένου, δεῖται τοῦ συνέχοντος καὶ συνάγοντος καὶ ὥσπερ συσφίγγοντος καὶ συγκρατοῦντος αὐτά, ὅπερ ψυχὴν λέγομεν. Εἰ τοίνυν σῶμά ἐστιν ἡ ψυχὴ | |
10 | οἱονδήποτε, εἰ καὶ λεπτομερέστατον, τί πάλιν ἐστὶν τὸ συνέχον ἐκείνην; ἐδείχθη γὰρ πᾶν σῶμα δεῖσθαι τοῦ συνέχοντος, καὶ οὕτως εἰς ἄπειρον, ἕως ἂν καταντήσωμεν εἰς ἀσώματον. Εἰ δὲ λέγοιεν, καθάπερ οἱ Στωικοί, τονικήν | |
τινα εἶναι κίνησιν περὶ τὰ σώματα, εἰς τὸ εἴσω ἅμα | 46 | |
15 | καὶ εἰς τὸ ἔξω κινουμένην, καὶ τὴν μὲν εἰς τὸ ἔξω μεγεθῶν καὶ ποιοτήτων ἀποτελεστικὴν εἶναι, τὴν δ’ εἰς τὸ εἴσω ἑνώσεως καὶ οὐσίας, ἐρωτητέον αὐτούς, ἐπειδὴ πᾶσα κίνησις ἀπό τινός ἐστιν δυνάμεως, τίς ἡ δύναμις αὕτη καὶ ἐν τίνι οὐσίωται. Εἰ μὲν οὖν καὶ ἡ δύναμις αὕτη ὕλη τίς | |
20 | ἐστιν, τοῖς αὐτοῖς πάλιν χρήσομαι λόγοις· εἰ δὲ οὐχ ὕλη ἀλλ’ ἔνυλον (ἕτερον δ’ ἐστὶ τὸ ἔνυλον παρὰ τὴν ὕλην· τὸ γὰρ μετέχον ὕλης ἔνυλον λέγεται), τί ποτ’ ἄρ’ ἐστὶν τὸ μετέχον τῆς ὕλης; πότερον ὕλη καὶ αὐτὸ ἢ ἄϋλον; εἰ μὲν οὖν ὕλη, πῶς ἔνυλον καὶ οὐχ ὕλη; εἰ δὲ οὐχ ὕλη, | |
25 | ἄϋλον ἄρα· εἰ δὲ ἄϋλον, οὐ σῶμα· πᾶν γὰρ σῶμα ἔνυλον. Εἰ δὲ λέγοιεν ὅτι τὰ σώματα τριχῇ διαστατά ἐστιν, καὶ ἡ ψυχὴ δὲ δι’ ὅλου διήκουσα τοῦ σώματος τριχῇ διαστατή ἐστιν καὶ διὰ τοῦτο πάντως καὶ σῶμα, ἐροῦμεν ὅτι πᾶν μὲν σῶμα τριχῇ διαστατόν, οὐ πᾶν δὲ τὸ τριχῇ διαστατὸν | |
30 | σῶμα. Καὶ γὰρ τὸ ποσὸν καὶ τὸ ποιόν, ἀσώματα ὄντα καθ’ ἑαυτά, κατὰ συμβεβηκὸς ἐν ὄγκῳ ποσοῦται. Οὕτως οὖν καὶ τῇ ψυχῇ καθ’ ἑαυτὴν μὲν πρόσεστι τὸ ἀδιάστατον, κατὰ συμβεβηκὸς δὲ τῷ ἐν ᾧ ἐστι τριχῇ διαστάτῳ ὄντι συνθεωρεῖται καὶ αὐτὴ τριχῇ διαστατή. Ἔτι πᾶν σῶμα | |
35 | ἤτοι ἔξωθεν κινεῖται ἢ ἔνδοθεν· ἀλλ’ εἰ μὲν ἔξωθεν, ἄψυχον ἔσται, εἰ δ’ ἔνδοθεν, ἔμψυχον. Εἰ δὲ σῶμα ἡ ψυχή, εἰ μὲν ἔξωθεν κινοῖτο, ἄψυχός ἐστιν· εἰ δ’ ἔνδοθεν, ἔμψυχος· ἄτοπον δὲ καὶ τὸ ἔμψυχον καὶ τὸ ἄψυχον λέγειν τὴν ψυχήν· οὐκ ἄρα σῶμα ἡ ψυχή. Ἔτι ἡ ψυχή, εἰ μὲν τρέφεται, | |
40 | ὑπὸ ἀσωμάτου τρέφεται· τὰ γὰρ μαθήματα τρέφει αὐτήν· οὐδὲν δὲ σῶμα ὑπὸ ἀσωμάτου τρέφεται· οὐκ ἄρα σῶμα ἡ ψυχή (Ξενοκράτης οὕτω συνῆγεν)· εἰ δὲ μὴ τρέφεται, | |
πᾶν δὲ σῶμα ζῴου τρέφεται, οὐ σῶμα ἡ ψυχή. | 47 | |
5(1n) | (Eus., Pr. ev., XI, 9, 8—10, 5; p. 525 b—526 a V.; | |
2n | II, p. 25, 21—27, 2 Mras) | |
1 | Πλείους μὲν οὖν εἰς τὴν τούτων ἐμβεβλήκασι θεωρίαν· ἐμοὶ δ’ ἐξαρκεῖ τὰ νῦν ἀνδρὸς ἐπιφανοῦς Νουμηνίου τοῦ Πυθαγορείου παραθέσθαι λέξεις, ἃς ἐν τῷ Περὶ τἀγαθοῦ δευτέρῳ συγγράμματι ὧδέ πῃ διέξεισιν· | |
5 | Φέρε οὖν, ὅση δύναμις ἐγγύτατα πρὸς τὸ ὂν ἀναγώμεθα καὶ λέγωμεν· τὸ ὂν οὔτε ποτὲ ἦν οὔτε ποτὲ μὴ γένηται, ἀλλ’ ἔστιν ἀεὶ ἐν χρόνῳ ὁρισμένῳ, τῷ ἐνεστῶτι μόνῳ. Τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει ἀνακαλεῖν αἰῶνα, κἀγὼ συμβούλομαι· τὸν δὲ παρελθόντα χρόνον | |
10 | οἴεσθαι χρὴ ἡμᾶς διαπεφευγότα ἤδη διαπεφευγέναι ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι· ὅ τε αὖ μέλλων ἐστὶ μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἶός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἶναι. Οὔκουν εἰκός ἐστιν ἑνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἶναι ἢ μηκέτι ἢ μηδέπω, ὡς τούτου γε οὕτως | |
15 | λεγομένου ἓν γίγνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνατον, εἶναί τε ὁμοῦ ταὐτὸν καὶ μὴ εἶναι. — Εἰ δ’ οὕτως ἔχει, σχολῇ γ’ ἂν ἄλλο τι εἶναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. — Τὸ ἄρα ὂν ἀΐδιόν τε βέβαιόν τέ ἐστιν ἀεὶ κατὰ ταὐτὸν | |
20 | καὶ ταὐτόν. Οὐδὲ γέγονε μέν, ἐφθάρη δέ, οὐδ’ ἐμεγεθύνατο μέν, ἐμειώθη δέ, οὐδὲ μὴν ἐγένετό πω πλεῖον ἢ ἔλασσον. Καὶ μὲν δὴ τά τε ἄλλα καὶ οὐδὲ τοπικῶς κινηθήσεται· οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι, οὐδὲ μὲν ὀπίσω οὐδὲ | |
πρόσω, οὔτε ἄνω ποτὲ οὔτε κάτω, οὐδ’ εἰς δεξιὰ οὐδ’ εἰς | 48 | |
25 | ἀριστερὰ μεταθεύσεταί ποτε τὸ ὂν οὔτε περὶ τὸ μέσον ποτὲ ἑαυτοῦ κινηθήσεται, ἀλλὰ μᾶλλον καὶ ἑστήξεται καὶ ἀραρός τε καὶ ἑστηκὸς ἔσται κατὰ ταὐτὰ ἔχον ἀεὶ καὶ ὡσαύτως. | |
6(1n) | (Eus., Pr. ev., XI, 10, 6—8; p. 526 a—c V.; | |
2n | II, p. 27, 3—14 Mras) | |
1 | Καὶ ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει· Τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. Αὐτὸς δ’ οὐκέτι σχημα‐ τισθήσομαι οὐδ’ ἀγνοεῖν φήσω τὸ ὄνομα τοῦ ἀσωμάτου· καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἥδιον εἶναι εἰπεῖν μᾶλλον ἢ | |
5 | μὴ εἰπεῖν. Καὶ δῆτα λέγω τὸ ὄνομα αὐτῷ εἶναι τοῦτο τὸ πάλαι ζητούμενον. Ἀλλὰ μὴ γελασάτω τις, ἐὰν φῶ τοῦ ἀσωμάτου εἶναι ὄνομα οὐσίαν καὶ ὄν. Ἡ δὲ αἰτία τοῦ ‘ὄντοσ‘ ὀνόματός ἐστι τὸ μὴ γεγονέναι μηδὲ φθαρήσεσθαι μηδ’ ἄλλην μήτε κίνησιν μηδεμίαν ἐνδέχεσθαι μήτε | |
10 | μεταβολὴν κρείττω ἢ φαύλην, εἶναι δὲ ἁπλοῦν καὶ ἀναλ‐ λοίωτον καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταὐτότητος μήθ’ ὑφ’ ἑτέρου προσαναγκάζεσθαι. Ἔφη δὲ καὶ ὁ Πλάτων ἐν Κρατύλῳ τὰ ὀνόματα ὁμοιώσει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. Ἔστω οὖν καὶ δε‐ | |
15 | δόχθω εἶναι τὸ ὂν ἀσώματον. | 49 |
7(1n) | (Eus., Pr. ev., XI, 10, 9—11; p. 526 c—d V.; | |
2n | II, p. 27, 15—25 Mras) | |
1 | Εἶθ’ ὑποκαταβὰς ἐπιλέγει· Τὸ ὂν εἶπον ἀσώματον, τοῦτο δὲ εἶναι τὸ νοητόν. Τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἔστι μοι, τοιαῦτα γοῦν ἦν. Τὸν δ’ ἐπιζητοῦντα λόγον ἐθέλω παραμυθήσασθαι | |
5 | τοσόνδε ὑπειπών, ὅτι ταῦτα τοῖς δόγμασι τοῖς Πλάτωνος εἰ μὴ συμβαίνει, ἀλλ’ ἑτέρου γε χρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα δυναμένου, οἵου Πυθαγόρου. Λέγει γοῦν Πλάτων (φέρ’ ἀναμνησθῶ πῶς λέγει)· ‘Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γιγνόμενον μέν, ὂν δὲ οὐδέ‐ | |
10 | ποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ’ αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστόν, γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν‘. Ἤρετο γὰρ δὴ τί ἐστι τὸ ὄν, φὰς αὐτὸ ἀγένητον ἀναμφιλέκτως. Γένεσιν γὰρ οὐκ ἔφη εἶναι τῷ ὄντι· ἐτρέπετο γὰρ ἄν· τρεπό‐ | |
15 | μενον δὲ οὐκ ἦν ἀΐδιον. | |
8(1n) | (Eus., Pr. ev., XI, 10, 12—14; p. 526 d—527 a V.; | |
2n | II, p. 28, 1—11 Mras) | |
1 | Εἶτα ὑποβάς φησιν· Εἰ μὲν δὴ τὸ ὂν πάντως πάντῃ ἀΐδιόν τέ ἐστι καὶ ἄτρεπτον καὶ οὐδαμῶς οὐδαμῇ ἐξιστάμενον ἐξ ἑαυτοῦ, μένει δὲ | |
κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε, τοῦτο δήπου ἂν εἴη | 50 | |
5 | τὸ τῇ ‘νοήσει μετὰ λόγου περιληπτόν‘. Εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς εὐθὺ μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. Ὅθεν οὐ πολλὴ μανία μὴ οὐ τοῦτο εἶναι ἀόριστον, δόξῃ δὲ μόνῃ δοξαστὸν καί, ὥς φησι Πλάτων, ‘γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν‘; | |
10 | (Pergit Eusebius): Ταῦτα μὲν οὖν ὁ Νουμήνιος, ὁμοῦ τὰ Πλά‐ τωνος καὶ πολὺ πρότερον τὰ Μωσέως ἐπὶ τὸ σαφὲς διερμηνεύων. Εἰκότως δῆτα εἰς αὐτὸν ἐκεῖνο τὸ λόγιον περιφέρεται δι’ οὗ φάναι μνημονεύεται· ‘Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς ἀττικίζων‘; | |
9(1n) | (Eus., Pr. ev., IX, 8, 1—2; p. 411 d—412 a V.; | |
2n | I, p. 494, 9—18 Mras) | |
1 | Καὶ ἐν τῇ τρίτῃ δὲ βίβλῳ Μωσέως ὁ αὐτὸς τάδε λέγων μνημονεύει· Τὰ δ’ ἑξῆς Ἰαννῆς καὶ Ἰαμβρῆς Αἰγύπτιοι ἱερογραμμα‐ τεῖς, ἄνδρες οὐδενὸς ἥττους μαγεῦσαι κριθέντες εἶναι, ἐπὶ Ἰουδαίων ἐξελαυνομένων ἐξ Αἰγύπτου. Μουσαίῳ | |
5 | γοῦν τῷ Ἰουδαίων ἐξηγησαμένῳ, ἀνδρὶ γενομένῳ θεῷ εὔξασθαι δυνατωτάτῳ, οἱ παραστῆναι ἀξιωθέντες ὑπὸ τοῦ πλήθους τοῦ τῶν Αἰγυπτίων οὗτοι ἦσαν, τῶν τε συμφορῶν, ἃς ὁ Μουσαῖος ἐπῆγε τῇ Αἰγύπτῳ, τὰς νεανικωτάτας αὐτῶν ἐπιλύεσθαι ὤφθησαν δυνατοί. | |
10 | Διὰ δὴ τούτων ὁ Νουμήνιος καὶ τοῖς ὑπὸ Μωσέως ἐπιτελεσθεῖσι | |
παραδόξοις θαύμασι καὶ αὐτῷ δὲ ὡς θεοφιλεῖ γενομένῳ μαρτυρεῖ. | 51 | |
10(1n) | (Orig., Contra Celsum, IV, 51; I, p. 324, 23—27 Koetschau; | |
2n | II, p. 316, 20—24 Borret) | |
1 | Ἐν δὲ τῷ τρίτῳ Περὶ τἀγαθοῦ ἐκτίθεται καὶ περὶ τοῦ Ἰησοῦ ἱστορίαν τινά, τὸ ὄνομα αὐτοῦ οὐ λέγων, καὶ τρο‐ πολογεῖ αὐτήν· πότερον δ’ ἐπιτετευγμένως ἢ ἀποτετευγ‐ μένως, ἄλλου καιροῦ ἐστιν εἰπεῖν. Ἐκτίθεται καὶ τὴν | |
5 | περὶ Μωϋσέως καὶ Ἰαννοῦ καὶ Ἰαμβροῦ ἱστορίαν. | 52 |
11(1n) | (Eus., Pr. ev., XI, 17, 11—18, 5; p. 536 d—537 b V.; | |
2n | II, p. 40, 9—41, 5 Mras) | |
1 | Ὁ δὲ Νουμήνιος τὰ Πλάτωνος πρεσβεύων ἐν τοῖς Περὶ τἀγαθοῦ τάδε καὶ αὐτὸς περὶ τοῦ δευτέρου αἰτίου λέγων διερμηνεύει· Τὸν μέλλοντα δὲ συνήσειν θεοῦ πέρι πρώτου καὶ δευτέ‐ ρου χρὴ πρότερον διελέσθαι ἕκαστα ἐν τάξει καὶ ἐν εὐθη‐ | |
5 | μοσύνῃ τινί· κἄπειτα, ἐπὰν δοκῇ ἤδη εὖ ἔχειν, τότε καὶ δεῖ ἐπιχειρεῖν εἰπεῖν κοσμίως, ἄλλως δὲ μή, ἢ τῷ πρωϊαίτερον πρὶν τὰ πρῶτα γενέσθαι ἁπτομένῳ σποδὸς ὁ θησαυρὸς γίγνεσθαι λέγεται. Μὴ δὴ πάθωμεν ἡμεῖς ταὐτόν· θεὸν δὲ προσκαλεσάμενοι ἑαυτοῦ γνώμονα | |
10 | γενόμενον τῷ λόγῳ δεῖξαι θησαυρὸν φροντίδων, ἀρχώμεθα οὕτως· εὐκτέον μὲν ἤδη, διελέσθαι δὲ δεῖ. Ὁ θεὸς ὁ μὲν πρῶτος ἐν ἑαυτοῦ ὤν ἐστιν ἁπλοῦς, διὰ τὸ ἑαυτῷ συγγι‐ γνόμενος διόλου μή ποτε εἶναι διαιρετός· ὁ θεὸς μέντοι ὁ δεύτερος καὶ τρίτος ἐστὶν εἷς· συμφερόμενος δὲ τῇ | |
15 | ὕλῃ δυάδι οὔσῃ ἑνοῖ μὲν αὐτήν, σχίζεται δὲ ὑπ’ αὐτῆς, ἐπιθυμητικὸν ἦθος ἐχούσης καὶ ῥεούσης. Τῷ οὖν μὴ εἶναι πρὸς τῷ νοητῷ (ἦν γὰρ ἂν πρὸς ἑαυτῷ) διὰ τὸ τὴν ὕλην βλέπειν, ταύτης ἐπιμελούμενος ἀπερίοπτος ἑαυτοῦ γίγνεται. Καὶ ἅπτεται τοῦ αἰσθητοῦ καὶ περιέπει ἀνάγει | |
20 | τε ἔτι εἰς τὸ ἴδιον ἦθος ἐπορεξάμενος τῆς ὕλης. | 53 |
12(1n) | (Eus., Pr. ev., XI, 18, 6—10; p. 537 b—d V.; | |
2n | II, p. 41, 6—22 Mras) | |
1 | Καὶ μεθ’ ἕτερά φησι· Καὶ γὰρ οὔτε δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον καὶ τοῦ δημιουργοῦντος δὲ θεοῦ χρὴ εἶναι νομίζεσθαι πατέρα τὸν πρῶτον θεόν. Εἰ μὲν οὖν περὶ τοῦ δημιουργικοῦ | |
5 | ζητοῖμεν, φάσκοντες δεῖν τὸν πρότερον ὑπάρξαντα οὕτως ἂν ποιεῖν ἔχειν διαφερόντως, ἐοικυῖα ἡ πρόσοδος αὕτη γεγονυῖα ἂν εἴη τοῦ λόγου· εἰ δὲ περὶ τοῦ δημιουργοῦ μὴ ἔστιν ὁ λόγος, ζητοῦμεν δὲ περὶ τοῦ πρώτου, ἀφο‐ σιοῦμαί τε τὰ λεχθέντα καὶ ἔστω μὲν ἐκεῖνα ἄρρητα, μέτειμι | |
10 | δὲ ἑλεῖν τὸν λόγον, ἑτέρωθεν θηράσας. Πρὸ μέντοι τοῦ λόγου τῆς ἁλώσεως διομολογησώμεθα ἡμῖν αὐτοῖς ὁμολογίαν οὐκ ἀμφισβητήσιμον ἀκοῦσαι, τὸν μὲν πρῶτον θεὸν ἀργὸν εἶναι ἔργων συμπάντων καὶ βασιλέα, τὸν δημιουργικὸν δὲ θεὸν ἡγεμονεῖν δι’ οὐρανοῦ ἰόντα. Διὰ | |
15 | δὲ τούτου καὶ ὁ στόλος ἡμῖν ἐστι, κάτω τοῦ νοῦ πεμπο‐ μένου ἐν διεξόδῳ πᾶσι τοῖς κοινωνῆσαι συντεταγμένοις. Βλέποντος μὲν οὖν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδεύοντα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέ‐ | |
20 | φοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ ταῦτα μὲν ἀποσβέννυσθαι, τὸν δὲ νοῦν ζῆν βίου ἐπαυρόμενον εὐ‐ δαίμονος. | 54 |
13(1n) | (Eus., Pr. ev., XI, 18, 13—14, p. 538 b—c V.; | |
2n | II, p. 42, 15—21 Mras) | |
1 | Ὁ Νουμήνιος ἐπάκουσον οἷα περὶ τοῦ δευτέρου αἰτίου θεολογεῖ· Ὥσπερ δὲ πάλιν λόγος ἐστὶ γεωργῷ πρὸς τὸν φυτεύοντα, ἀνὰ τὸν αὐτὸν λόγον μάλιστά ἐστιν ὁ πρῶτος θεὸς πρὸς τὸν δημιουργόν. Ὁ μέν γε ὢν σπέρμα πάσης ψυχῆς | |
5 | σπείρει εἰς τὰ μεταλαγχάνοντα αὐτοῦ χρήματα σύμ‐ παντα· ὁ νομοθέτης δὲ φυτεύει καὶ διανέμει καὶ μεταφυ‐ τεύει εἰς ἡμᾶς ἑκάστους τὰ ἐκεῖθεν προκαταβεβλημένα. | |
14(1n) | (Eus., Pr. ev., XI, 18, 15—19, p. 538 c—539 a V.; | |
2n | II, p. 42, 22—43, 13 Mras) | |
1 | Καὶ ἑξῆς δὲ πάλιν περὶ τοῦ πῶς ἀπὸ τοῦ πρώτου αἰτίου τὸ δεύτερον ὑπέστη τοιάδε φησίν· Ὁπόσα δὲ δοθέντα μέτεισι πρὸς τὸν λαμβάνοντα, ἀπελθόντα ἐκ τοῦ δεδωκότος (ἔστι 〈δὲ〉 θεραπεία, χρήματα, | |
5 | νόμισμα κοῖλον, ἐπίσημον), ταυτὶ μὲν οὖν ἐστι θνητὰ καὶ ἀνθρώπινα, τὰ δὲ θεῖά ἐστιν οἷα μεταδοθέντα ἐνθένδ’ | |
ἐκεῖθι γεγενημένα ἔνθεν τε οὐκ ἀπελήλυθε κἀκεῖθι γενό‐ μενα τὸν μὲν ὤνησε τὸν δ’ οὐκ ἔβλαψε καὶ προσώνησε τῇ περὶ ὧν ἠπίστατο ἀναμνήσει. Ἔστι δὲ τοῦτο τὸ καλὸν | 55 | |
10 | χρῆμα ἐπιστήμη ἡ καλή, ἧς ὤνατο μὲν ὁ λαβών, οὐκ ἀπολείπεται δ’ αὐτῆς ὁ δεδωκώς. Οἷον ἂν ἴδοις ἐξαφθέντα ἀφ’ ἑτέρου λύχνου λύχνον φῶς ἔχοντα, ὃ μὴ τὸν πρότερον ἀφείλατο ἀλλ’ ἢ τῆς ἐν αὐτῷ ὕλης πρὸς τὸ ἐκείνου πῦρ ἐξαφθείσης. Τοιοῦτον τὸ χρῆμά ἐστι τὸ τῆς ἐπιστήμης, | |
15 | ἣ δοθεῖσα καὶ ληφθεῖσα παραμένει μὲν τῷ δεδωκότι, σύν‐ εστι δὲ τῷ λαβόντι ἡ αὐτή. Τούτου δὲ τὸ αἴτιον, ὦ ξένε, οὐδέν ἐστιν ἀνθρώπινον, ἀλλ’ ὅτι ἕξις τε καὶ οὐσία ἡ ἔχουσα τὴν ἐπιστήμην ἡ αὐτή ἐστι παρά τε τῷ δεδωκότι θεῷ καὶ παρὰ τῷ εἰληφότι ἐμοὶ καὶ σοί. Διὸ καὶ ὁ Πλάτων | |
20 | τὴν σοφίαν ὑπὸ Προμηθέως ἐλθεῖν εἰς ἀνθρώπους μετὰ φανοτάτου τινὸς πυρὸς ἔφη. | |
15(1n) | (Eus., Pr. ev., XI, 18, 20—21, p. 539 a—b V.; | |
2n | II, p. 43, 15—21 Mras) | |
1 | Καὶ πάλιν ὑποβὰς ἑξῆς φησιν· Εἰσὶ δ’ οὗτοι βίοι ὁ μὲν πρώτου, ὁ δὲ δευτέρου θεοῦ. Δηλονότι ὁ μὲν πρῶτος θεὸς ἔσται ἑστώς, ὁ δὲ δεύτερος ἔμπαλίν ἐστι κινούμενος· ὁ μὲν οὖν πρῶτος περὶ τὰ | |
5 | νοητά, ὁ δὲ δεύτερος περὶ τὰ νοητὰ καὶ αἰσθητά. Μὴ θαυμάσῃς δ’ εἰ τοῦτ’ ἔφην· πολὺ γὰρ ἔτι θαυμαστότερον ἀκούσῃ. Ἀντὶ γὰρ τῆς προσούσης τῷ δευτέρῳ κινήσεως τὴν προσοῦσαν τῷ πρώτῳ στάσιν φημὶ εἶναι κίνησιν σύμφυτον, ἀφ’ ἧς ἥ τε τάξις τοῦ κόσμου καὶ ἡ μονὴ ἡ | |
10 | ἀΐδιος καὶ ἡ σωτηρία ἀναχεῖται εἰς τὰ ὅλα. | 56 |
16(1n) | (Eus., Pr. ev., XI, 22, 3—5, p. 544 a—b V.; | |
2n | II, p. 49, 13—50, 8 Mras) | |
1 | Ἐν δὲ τῷ πέμπτῳ ταῦτά φησιν· Εἰ δ’ ἔστι μὲν νοητὸν ἡ οὐσία καὶ ἡ ἰδέα, ταύτης δ’ ὡμο‐ λογήθη πρεσβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. Καὶ γὰρ εἰ ὁ μὲν δημιουργὸς | |
5 | θεός ἐστι γενέσεως, ἀρκεῖ τὸ ἀγαθὸν οὐσίας εἶναι ἀρχή. Ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς θεός, ὢν αὐτοῦ μιμητής, τῇ δὲ οὐσίᾳ ἡ γένεσις, 〈ἣ〉 εἰκὼν αὐτῆς ἐστι καὶ μίμημα. Εἴπερ δὲ ὁ δημιουργὸς ὁ τῆς γενέσεώς ἐστιν ἀγαθός, ἦ που ἔσται καὶ ὁ τῆς οὐσίας δημιουργὸς αὐτο‐ | |
10 | άγαθον, σύμφυτον τῇ οὐσίᾳ. Ὁ γὰρ δεύτερος διττὸς ὢν αὐτοποιεῖ τήν τε ἰδέαν ἑαυτοῦ καὶ τὸν κόσμον, δημιουρ‐ γὸς ὤν, ἔπειτα θεωρητικὸς ὅλως. Συλλελογισμένων δ’ ἡμῶν ὀνόματα τεσσάρων πραγμάτων τέσσαρα ἔστω ταῦτα· ὁ μὲν πρῶτος θεὸς αὐτοάγαθον· ὁ δὲ τούτου | |
15 | μιμητὴς δημιουργὸς ἀγαθός· ἡ δ’ οὐσία μία μὲν ἡ τοῦ πρώτου, ἑτέρα δ’ ἡ τοῦ δευτέρου· ἧς μίμημα ὁ καλὸς | |
κόσμος, κεκαλλωπισμένος μετουσίᾳ τοῦ καλοῦ. | 57 | |
17(1n) | (Eus., Pr. ev., XI, 18, 22—23, p. 539 b—c V.; | |
2n | II, p. 43, 22—44, 3 Mras) | |
1 | Ἔτι τούτοις καὶ ἐν τῷ ἕκτῳ προστίθησι ταῦτα· Ἐπειδὴ ᾔδει ὁ Πλάτων παρὰ τοῖς ἀνθρώποις τὸν μὲν δημιουργὸν γιγνωσκόμενον μόνον, τὸν μέντοι πρῶτον νοῦν, ὅστις καλεῖται αὐτοόν, παντάπασιν ἀγνοούμενον | |
5 | παρ’ αὐτοῖς, διὰ τοῦτο οὕτως εἶπεν ὥσπερ ἄν τις οὕτω λέγοι· ‘Ὦ ἄνθρωποι, ὃν τοπάζετε ὑμεῖς νοῦν οὐκ ἔστι πρῶτος, ἀλλ’ ἕτερος πρὸ τούτου νοῦς πρεσβύτερος καὶ θειότεροσ‘. | |
18(1n) | (Eus., Pr. ev., XI, 18, 24, p. 539 c—d V.; | |
2n | II, p. 44, 4—13 Mras) | |
1 | Καὶ μεθ’ ἕτερα ἐπιλέγει· Κυβερνήτης μέν που ἐν μέσῳ πελάγει φορούμενος ὑπὲρ πηδαλίων ὑψίζυγος τοῖς οἴαξι διϊθύνει τὴν ναῦν ἐφεζόμενος, ὄμματα δ’ αὐτοῦ καὶ νοῦς εὐθὺ τοῦ αἰθέρος | |
5 | συντέταται πρὸς τὰ μετάρσια καὶ ἡ ὁδὸς αὐτῷ ἄνω δι’ οὐ‐ ρανοῦ ἄπεισι, πλέοντι κάτω κατὰ τὴν θάλατταν· οὕτω | |
καὶ ὁ δημιουργὸς τὴν ὕλην, τοῦ μήτε διακροῦσαι μήτε ἀποπλαγχθῆναι αὐτήν, ἁρμονίᾳ συνδησάμενος αὐτὸς μὲν ὑπὲρ ταύτης ἵδρυται, οἷον ὑπὲρ νεὼς ἐπὶ θαλάττης [τῆς | 58 | |
10 | ὕλης]· τὴν ἁρμονίαν δ’ ἰθύνει, ταῖς ἰδέαις οἰακίζων, βλέπει τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω θεὸν προσαγό‐ μενον αὐτοῦ τὰ ὄμματα λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ τῆς θεωρίας, τὸ δ’ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως. | |
19(1n) | (Eus., Pr. ev., XI, 22, 6—8, p. 544 c—d V.; | |
2n | II, p. 50, 9—18 Mras) | |
1 | Καὶ ἐν τῷ ἕκτῳ δὲ ἐπιλέγει· Μετέχει δὲ αὐτοῦ τὰ μετίσχοντα ἐν ἄλλῳ μὲν οὐδενί, ἐν δὲ μόνῳ τῷ φρονεῖν· ταύτῃ ἄρα καὶ τῆς ἀγαθοῦ συμ‐ βάσεως ὀνίναιτ’ ἄν, ἄλλως δ’ οὔ. Καὶ μὲν δὴ τὸ φρονεῖν, | |
5 | τοῦτο δὴ συντετύχηκε μόνῳ τῷ πρώτῳ. Ὑφ’ οὗ οὖν τὰ ἄλλα ἀποχραίνεται καὶ ἀγαθοῦται, ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, ἀβελτέρας ἂν εἴη ψυχῆς ἔτι ἀμφιλο‐ γεῖν. Εἰ γὰρ ἀγαθός ἐστιν ὁ δεύτερος οὐ παρ’ ἑαυτοῦ, παρὰ δὲ τοῦ πρώτου, πῶς οἷόν τε ὑφ’ οὗ μετουσίας ἐστὶν | |
10 | οὗτος ἀγαθός, μὴ ἀγαθὸν 〈εἶναι〉, ἄλλως τε κἂν τύχῃ αὐτοῦ ὡς ἀγαθοῦ μεταλαχὼν ὁ δεύτερος; οὕτω τοι ὁ Πλάτων ἐκ συλλογισμοῦ τῷ ὀξὺ βλέποντι ἀπέδωκε τὸ | |
ἀγαθὸν ὅτι ἐστὶν ἕν. | 59 | |
20(1n) | (Eus., Pr. ev., XI, 22, 9—10, p. 544 d V.; | |
2n | II, p. 51, 2—9 Mras) | |
1 | Καὶ πάλιν ἑξῆς φησι· Ταῦτα δ’ οὕτως ἔχοντα ἔθηκεν ὁ Πλάτων ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν ἐπὶ τοῦ δη‐ μιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπών· ‘Ἀγαθὸς ἦν‘· ἐν | |
5 | δὲ τῇ Πολιτείᾳ τὸ ἀγαθὸν εἶπεν ‘ἀγαθοῦ ἰδέαν‘, ὡς δὴ τοῦ δημιουργοῦ ἰδέαν οὖσαν τὸ ἀγαθόν, ὅστις πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ τοῦ πρώτου τε καὶ μόνου. Ὥσπερ γὰρ ἄνθρωποι μὲν λέγονται τυπωθέντες ὑπὸ τῆς ἀνθρώπου ἰδέας, βόες δ’ ὑπὸ τῆς βοός, ἵπποι δ’ ὑπὸ τῆς ἵππου | |
10 | ἰδέας, οὕτως καὶ εἰκότως ὁ δημιουργὸς εἴπερ ἐστὶ μετ‐ ουσίᾳ τοῦ πρώτου ἀγαθοῦ ἀγαθός, 〈ἀγαθοῦ〉 ἰδέα ἂν εἴη ὁ πρῶτος νοῦς, ὢν αὐτοάγαθον. | |
21(1n) | (Proclus, In Timaeum, I, 303, 27—304, 7 Diehl) | |
1 | Νουμήνιος μὲν γὰρ τρεῖς ἀνυμνήσας θεοὺς πατέρα μὲν καλεῖ τὸν πρῶτον, ποιητὴν δὲ τὸν δεύτερον, ποίημα δὲ τὸν τρίτον· ὁ γὰρ κόσμος κατ’ αὐτὸν ὁ τρίτος ἐστὶ θεός· ὥστε ὁ κατ’ αὐτὸν δημιουργὸς διττός, ὅ τε πρῶτος θεὸς | |
5 | καὶ ὁ δεύτερος, τὸ δὲ δημιουργούμενον ὁ τρίτος. Ἄμεινον γὰρ οὕτω λέγειν ἢ ὡς ἐκεῖνος λέγει προστραγῳδῶν, πάππον, ἔγγονον, ἀπόγονον. Ὁ δὴ ταῦτα λέγων πρῶ‐ τον μὲν οὐκ ὀρθῶς τἀγαθὸν συναριθμεῖ τοῖσδε τοῖς αἰ‐ τίοις· οὐ γὰρ πέφυκεν ἐκεῖνο συζεύγνυσθαί τισιν οὐδὲ | |
10 | δευτέραν ἔχειν ἄλλου τάξιν. | 60 |
22(1n) | (Id., ib., III, 103, 28—32 Diehl) | |
1 | Νουμήνιος δὲ τὸν μὲν πρῶτον κατὰ τὸ ‘ὅ ἐστι ζῷον‘ τάττει καί φησιν ἐν προσχρήσει τοῦ δευτέρου νοεῖν, τὸν δὲ δεύτερον κατὰ τὸν νοῦν καὶ τοῦτον αὖ ἐν προσχρήσει τοῦ τρίτου δημιουργεῖν, τὸν δὲ τρίτον κατὰ τὸν διανοού‐ | |
5 | μενον. | |
23(t) | Περὶ τῶν παρὰ Πλάτωνι ἀπορρήτων | |
1n | (Eus., Pr. ev., XIII, 4, 4—5, 2, p. 650 c—651 a V.; | |
2n | II, p. 177, 25—178, 12 Mras) | |
3n | (post citationem Euthyphronis, 5 e 6—6 c 7) | |
1 | Ταῦτα ὁ Πλάτων ἐν τῷ Εὐθύφρονι. Διασαφεῖ δὲ τὴν διάνοιαν ὁ Νουμήνιος ἐν τῷ Περὶ τῶν παρὰ Πλάτωνι ἀπορρήτων ὧδέ πῃ λέγων· Εἰ μὲν γράφειν ὑποτεινάμενος ὁ Πλάτων περὶ τῆς | |
5 | θεολογίας τῆς τῶν Ἀθηναίων εἶτα ἐδυσχέραινεν αὐτῇ καὶ κατηγόρει ἐχούσῃ στάσεις μὲν πρὸς ἀλλήλους, τέκνων δὲ τῶν μὲν μίξεις τῶν δ’ ἐδωδάς, τῶν δ’ ἀντὶ τούτων πατράσι τιμωρίας ἀδελφῶν τε ἀδελφοῖς ὑμνούσῃ καὶ ἄλλα τοιαῦτα· εἴπερ ὁ Πλάτων ταυτὶ λαβὼν εἰς τὸ φανε‐ | |
10 | ρὸν κατηγόρει, παρασχεῖν ἂν δοκεῖ μοι τοῖς Ἀθηναίοις | |
αἰτίαν πάλιν κακοῖς γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν ὥσπερ τὸν Σωκράτην. Ἐπεὶ δὲ ζῆν οὐκ ἂν προείλετο μᾶλλον ἢ ἀληθεύειν, ἑώρα δὲ ζῆν τε καὶ ἀληθεύειν ἀσφα‐ λῶς δυνησόμενος, ἔθηκεν ἐν μὲν τῷ σχήματι τῶν Ἀθη‐ | 61 | |
15 | ναίων τὸν Εὐθύφρονα, ὄντα ἄνδρα ἀλαζόνα καὶ κοάλεμον καὶ εἴ τις ἄλλος θεολογεῖ κακῶς, αὐτὸν δὲ τὸν Σωκρά‐ την ἐπ’ αὐτοῦ τε καὶ ἐν τῷ ἰδίῳ σχηματισμῷ ἐν ᾧπερ εἰωθότως ἤλεγχεν ἑκάστῳ προσομιλῶν. | |
24-28(t) | Περὶ τῆς τῶν Ἀκαδημαϊκῶν πρὸς Πλάτωνα διαστάσεως | |
24(1n) | (Eus., Pr. ev., XIV, 4, 16—59, p. 727 a—729 b V.; | |
2n | II, p. 268, 11—271, 6 Mras) | |
1 | Τοιαύτη μέν τις ἡ αὐτοῦ Πλάτωνος ὑπῆρξε διαδοχή. Ὁποῖοι δὲ γεγόνασιν οἵδε τὸν τρόπον, λαβὼν ἀνάγνωθι τὰς ὧδε ἐχούσας Νουμηνίου τοῦ Πυθαγορείου φωνάς, ἃς τέθειται ἐν τῷ πρώτῳ ὧν ἐπέγραψε Περὶ τῆς τῶν Ἀκαδημαϊκῶν πρὸς Πλάτωνα διαστάσεως· | |
5 | Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος μὲν ἀδελφι‐ δοῦν, Ξενοκράτη δὲ τὸν διάδοχον τὸν Σπευσίππου, Πολέμωνα δὲ τὸν ἐκδεξάμενον τὴν σχολὴν παρὰ Ξενο‐ κράτους ἀεὶ τὸ ἦθος διετείνετο τῶν δογμάτων σχεδὸν δὴ ταὐτόν, ἕνεκά γε τῆς μήπω ἐποχῆς ταυτησὶ τῆς πο‐ | |
10 | λυθρυλήτου τε καὶ εἰ δή τινων τοιούτων ἄλλων. Ἐπεὶ εἴς γε τἄλλα πολλαχῇ παραλύοντες, τὰ δὲ στρεβλοῦντες, | |
οὐκ ἐνέμειναν τῇ πρώτῃ διαδοχῇ· ἀρξάμενοι δ’ ἀπ’ ἐκεί‐ νου καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τὰ δὲ δή τινι αἰτίᾳ ἄλλῃ οὐκ ἀφιλοτίμῳ ἴσως. Καὶ οὐ μὲν | 62 | |
15 | βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτη, μᾶλλον μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. Καὶ γάρ με δάκνει ὅτι μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων σῴζοντες τῷ Πλάτωνι κατὰ πάντα πάντῃ πάσην ὁμοδοξίαν. Καίτοι ἄξιος ἦν αὐτοῖς ὁ Πλάτων, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι | |
20 | ἴσως οὐδὲ φλαυρότερος ἐκείνου, ᾧ συνακολουθοῦντες σεφθέντες τε οἱ γνώριμοι ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν. Τοῦτο δ’ οἱ Ἐπικούρειοι οὐκ ὤφελον μέν, μαθόντες δ’ οὖν ἐν οὐδενὶ ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες | |
25 | δ’ εἶναι σοφῷ συνδεδογμένοι καὶ αὐτοὶ διὰ τοῦτο ἀπέ‐ λαυσαν τῆς προσρήσεως εἰκότως· ὑπῆρξέ τε ἐκ τοῦ ἐπὶ πλεῖστον τοῖς μετέπειτα Ἐπικουρείοις μηδ’ αὐτοῖς εἰπεῖν πω ἐναντίον οὔτε ἀλλήλοις οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδὲν ὅτου καὶ μνησθῆναι ἄξιον· ἀλλ’ ἔστιν αὐτοῖς | |
30 | παρανόμημα, μᾶλλον δ’ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτομηθέν. Διὸ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ, κατὰ πολλὴν δ’ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα ὑπὸ τῆς ἐν ἀλλήλοις ἀεί ποτε συμφωνίας. Ἔοικέ τε ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ, κοινὸν ἕνα νοῦν, | |
35 | μίαν γνώμην ἐχούσῃ· ἀφ’ ἧς ἦσαν καὶ εἰσὶ καί, ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι. Τὰ δὲ τῶν Στοϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν | |
ἀρχόντων καὶ μηδέπω τελευτῶντα καὶ νῦν. Ἐλέγχουσι δ’ ἀγαπώντως ὑπὸ δυσμενοῦς ἐλέγχου, οἱ μέν τινες | 63 | |
40 | αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ’ ἤδη μεταθέμενοι. Εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσί τε ἑτέρων ἕτεροι στωϊκώτεροι καὶ μᾶλλον ὅσοι πλεῖον περὶ τὸ τεχνικὸν | |
45 | ὤφθησαν μικρολόγοι· αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκα‐ ρ〈ι〉φηθμοῖς ἐπετίμων θᾶττον. Πολὺ μέντοι τούτων πρό‐ τερον ταὐτὰ ἔπαθον οἱ ἀπὸ Σωκράτους ἀφελκύσαντες διαφόρους τοὺς λόγους, ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ | |
24(50) | Ἀντισθένης καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί τε καὶ Ἐρε‐ τρικοὶ ἢ εἴ τινες ἄλλοι μετὰ τούτων. Αἴτιον δέ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς, οἱ διακούοντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῇ | |
55 | καὶ ἀπὸ τῆς νικώσης ἀεὶ προστυχῶς ἄλλοτε ἄλλης τύχης ὅπως πνέοι. Ὁ δὲ Πλάτων πυθαγορίσας (ᾔδει δὲ τὸν Σωκράτην μηδαμόθεν ἢ ἐκεῖθεν δὴ τὰ αὐτὰ ταῦτα εἰπεῖν καὶ γνόντα εἰρηκέναι), ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο τὰ πράγματα, | |
60 | οὔτ’ εἰωθότως οὔτε δὴ εἰς τὸ φανερόν· διαγαγὼν δ’ ἕκαστα ὅπῃ ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δ’ αἰτίαν παρέσχε τῆς μετ’ αὐτὸν στάσεώς τε ἅμα καὶ διολκῆς τῆς τῶν δογμάτων, οὐ φθόνῳ μὲν οὐδέ γε δυσνοίᾳ· ἀλλ’ οὐ | |
65 | βούλομαι ἐπ’ ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ | |
ἐναίσιμα. Τοῦτο δὲ χρὴ μαθόντας ἡμᾶς ἐπανενεγκεῖν ἐκεῖσε μᾶλλον τὴν γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προὐθέ‐ μεθα χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτω καὶ νῦν τῆς Ἀκαδημίας, ἐὰν ὁ θεὸς ἀντιλάβηται, χωρί‐ | 64 | |
70 | ζοντες ἐάσομεν αὐτὸν ἐφ’ ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον· ὡς νῦν μανικώτερον ἢ Πενθεῖ τινι προσῆκε διελκόμενος πάσχει μὲν κατὰ μέλη, ὅλος δ’ ἐξ ὅλου ἑαυτοῦ μετα‐ τίθεταί τε καὶ ἀντιμετατίθεται οὐδαμῶς. Ὅπως οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκράτους, τοῦ μὲν τὸ σεμνὸν | |
75 | ὑπαγαγὼν μέχρι τοῦ φιλανθρώπου, τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη. | |
25(1n) | (Eus., Pr. ev., XIV, 5, 10—6, 14, p. 729 b—733 d V.; | |
2n | II, p. 271, 7—277, 9 Mras) | |
1 | Ἀλλ’ οὐ γάρ τοι ταῦτα διαιτήσων ἦλθον, μὴ περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως, ἃ δὲ προὐδέδοκτο· καὶ εἶμι ἐκεῖσε ᾗ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης. Πολέ‐ | |
5 | μωνος δ’ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοι‐ τῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι· νυνὶ δὲ αὐτῷ λελογίσθω ὅτι καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων | |
10 | τῶν ἡρακλειτείων. Ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέ‐ | |
μωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα ἅμα καὶ Κράτητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητής, ὑπὸ δ’ Ἡρακλείτου αὐστηρός, κυνικὸς δ’ ὑπὸ Κράτη‐ | 65 | |
15 | τος· ὁ δ’ Ἀρκησίλαος Θεόφραστον ἴσχει καὶ Κράντορα τὸν Πλατωνικὸν καὶ Διόδωρον, εἶτα Πύρρωνα, ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικός, ὑπὸ Διοδώρου δὲ σοφιστής, ὑπὸ δὲ Πύρρωνος ἐγένετο παντοδαπὸς καὶ ἴτης καὶ οὐδέν. Ὅ 〈θεν〉 καὶ ἐλέγετο περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος | |
20 | παραγωγὸν καὶ ὑβριστικόν· Πρόσθε Πλάτων, ὄπιθεν [δὲ] Πύρρων, μέσσος Διόδωρος. Τίμων δὲ καὶ ὑπὸ Μενεδήμου τὸ ἐριστικόν φησι λαβόντα ἐξαρτυθῆναι, εἴπερ γε δή φησι περὶ αὐτοῦ· Τῇ μὲν ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλυβδον | |
25 | θεύσεται ἢ Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον. Ταῖς οὖν Διοδώρου, διαλεκτικοῦ ὄντος, λεπτολογίαις τοὺς λογισμοὺς τοὺς Πύρρωνος καὶ τὸ σκεπτικὸν κατα‐ πλέξας διεκόσμησε λόγου δεινότητι τῇ Πλάτωνος φλήνα‐ φόν τινα κατεστωμυλμένον καὶ ἔλεγε καὶ ἀντέλεγε καὶ | |
30 | μετεκυλινδεῖτο κἀκεῖθεν κἀντεῦθεν, ὁποτέρωθεν τύχοι, παλινάγρετος καὶ δύσκριτος καὶ παλίμβολός τε ἅμα καὶ παρακεκινδυνευμένος· οὐδέν τι εἰδώς, ὡς αὐτὸς ἔφη γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμέ‐ | |
35 | νος. Τοῦ τε ὁμηρικοῦ Τυδείδου ὁποτέροις μετείη ἀγνοου‐ μένου (οὔτ’ εἰ Τρωσὶν ὁμιλέοι οὔτ’ εἰ καὶ Ἀχαιοῖς) οὐδὲν | |
ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. Τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ’ εἰπεῖν οὐκ ἐνῆν ἐν αὐτῷ, οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί [πω] τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. Ὠνομάζετο οὖν | 66 | |
40 | δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς. Ὥσπερ γὰρ αἱ Ἔμπουσαι ἐν τοῖς φάσμασι τοῖς τῶν λόγων ὑπὸ παρασκευῆς τε καὶ ὑπὸ μελέτης ἐφάρματτεν, ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτ’ αὐτὸς οὔτε τοὺς ἄλλους ἐᾶν· ἐδειμάτου δὲ καὶ κατεθορύβει καὶ σοφισμά‐ | |
45 | των γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα κατέχαιρε τῷ ὀνείδει καὶ ἡβρύνετο θαυμαστῶς ὅτι μήτε τί αἰσχρὸν ἢ καλὸν μήτε ἀγαθὸν μήτε αὖ κακόν ἐστι τί ᾔδει, ἀλλ’ ὁπό‐ τερον εἰς τὰς ψυχὰς πέσοι τοῦτο εἰπὼν αὖθις μεταβαλὼν ἀνέτρεπεν ἂν πλεοναχῶς ἢ δι’ ὅσων κατεσκευάκει. Ἦν | |
25(50) | οὖν ὕδραν τέμνων ἑαυτὸν καὶ τεμνόμενος ὑφ’ ἑαυτοῦ, ἀμφότερα ἀλλήλων δυσκρίτως καὶ τοῦ δέοντος ἀσκέπτως, πλὴν τοῖς ἀκούουσιν ἤρκεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσ‐ ωπον ὄντα θεωμένοις· ἦν οὖν ἀκουόμενος καὶ βλεπό‐ μενος ἥδιστος, ἐπεί γε προσειθίσθησαν ἀποδέχεσθαι | |
55 | αὐτοῦ τοὺς λόγους ἰόντας ἀπὸ καλοῦ προσώπου τε καὶ στόματος οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης. Δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ’ ἔσχεν ὧδε ἐξ ἀρχῆς· συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικά, διὰ τὸ καλὸς εἶναι ἔτι | |
60 | ὢν ὡραῖος τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαϊκοῦ, προσεχώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυὴς τρεχούσῃ χρησάμενος αὐτῇ ῥαδίᾳ γε θερμουργῶς ὑπὸ φιλονεικίας, μετασχὼν μὲν Διοδώρου εἰς τὰ πεπανουρ‐ | |
γημένα πιθάνια ταῦτα τὰ κομψά, ὡμιληκὼς δὲ Πύρρωνι | 67 | |
65 | (ὁ δὲ Πύρρων ἐκ Δημοκρίτου ὥρμητο ἁμόθεν γέ ποθεν), οὕτως μὲν δὴ ἔνθεν 〈κἄνθεν〉 καταρτυθείς. πλὴν τῆς προσ‐ ρήσεως, ἐνέμεινε πυρρωνείως τῇ πάντων ἀναιρέσει. Μνα‐ σέας γοῦν καὶ Φιλόμηλος καὶ Τίμων οἱ σκεπτικοὶ σκεπτι‐ κὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, | |
70 | ἀναιροῦντα καὶ αὐτὸν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ πιθανόν. Λεχθεὶς οὖν ἂν αἰτίᾳ τῶν πυρρωνείων Πυρρώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. Ἦν μὲν τοίνυν Πυρρώνειος, πλὴν τοῦ ὀνόματος· Ἀκαδη‐ | |
75 | μαϊκὸς δ’ οὐκ ἦν, πλὴν τὸ λέγεσθαι. Οὐ γὰρ πείθομαι τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις ‘Διατριβαῖσ‘ Ἀρκεσίλαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ ἐπεξιόντων τοῖς φιλοσοφοῦσι καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλα‐ | |
80 | βηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδὲν μὲν δόγμα ὑπει‐ πεῖν φαινόμενον, ὥσπερ δὲ τὸ μέλαν τὰς σηπίας προ‐ βάλλεσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. Τοῦτ’ οὖν ἐγὼ οὐ πείθομαι. Οἱ δ’ οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος καὶ Ζήνων, ὑπὸ τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολε‐ | |
85 | μούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμή‐ θησαν ἐπιλανθάνονται, διαστάντες δέ γε καὶ σφέας αὐτοὺς ἀρτύναντες σὺν δ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι | |
90 | ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. Ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἄνερα δ’ ἀνὴρ ἐδνοπάλιζεν. Ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων | 68 |
95 | τῶν Στοϊκῶν· οἱ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ’ αὐ‐ τῶν, ἀγνοούμενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι. Ἡλίσκοντο δὲ τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε ἀρχὴν ἔχοιεν μήτε μάχεσθαι ἀφορμήν. Ἡ μὲν δὴ ἀρχὴ ἦν τὸ μὴ πλα‐ τωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδὲ ἔχειν τινὰ | |
25(100) | ἀφορμὴν ἦν, εἴπερ μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταληπτικῆς φαντασίας ἀφελόντες. Ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῷ, μνησθή‐ σομαι δ’ αὐτοῦ αὖθις ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. Διαστάντες δ’ οὖν εἰς τὸ φανερὸν ἔβαλλον ἀλλή‐ | |
105 | λους οὐχ οἱ δύο, ἀλλ’ ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. Ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρὺ καὶ Κηφισο‐ δώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ ὁ Κηφισόδωρος, ἐπειδὴ ὑπ’ Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκα‐ λον Ἰσοκράτην ἑώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς | |
110 | καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾶν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλά‐ τωνα καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τἄλλα, ἃ οὐδ’ αὐτὸς ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ’ αὐ‐ | |
115 | τῶν ᾗ λέγεται ὑπονοῶν. Πλὴν οὕτως μὲν ὁ Κηφισόδωρος, ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολεμεῖν ἐβού‐ λετο. Ὁ μέντοι Ζήνων καὶ αὐτός, ἐπειδὴ τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει, ἐφιλοσόφει δήπου | |
ἐμοὶ κριτῇ πλείστου ἀξίως, ἕνεκά γε τῆς εἰρήνης ταύτης. | 69 | |
120 | Εἰ δ’ οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, ὡς ἐξ ὧν αὐτῷ ἀντέγραψεν ἐλέγχεται, [ὅτι] ἐποίησεν ἐναντία καὐτός, μήτε ὃν ᾔδει πλήττων ὅν τε οὐκ ἐχρῆν ἀτιμότατα καὶ αἴσχιστα περιυβρικώς, καὶ ταῦτα πολὺ κάκιον ἢ προσήκει κυνί. Πλὴν διέδειξέ γε | |
125 | μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. Ἤτοι γὰρ ἀγνοίᾳ τῶν ἐκείνου ἢ δέει τῶν Στοϊκῶν πολέμοιο μέγα στόμα πευκεδανοῖο ἀπετρέψατο ἄλλῃ, εἰς Πλάτωνα· ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα κακῶς τε καὶ αἰδημόνως οὐδα‐ | |
130 | μῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλο‐ σοφίας σχολὴν ἀγάγω· μή ποτε μέντοι ἀγάγοιμι σχολὴν τοσαύτην, τούτου οὖν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς. Τὸν δ’ οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν τοὺς παρ’ ἐκείνου ἀποφερομένους | |
135 | λόγους καθῄρει καὶ οὐδὲν ᾤκνει. Καὶ περὶ μὲν τῶν ἄλλων ἃ ἐμεμάχητο ἐκείνῳ οὔτ’ ἴσως εἰπεῖν ἔχω εἴ τε καὶ εἶχον οὐδὲν ἔδει νῦν αὐτῶν μνησθῆναι· τὸ δὲ δόγμα τοῦτο αὐτοῦ πρώτου εὑρομένου καὐτὸ καὶ τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις, τὴν καταληπτικὴν φαντα‐ | |
140 | σίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ’ αὐτήν. Ὁ δ’ ἐν τῷ ἀσθε‐ νεστέρῳ ὢν καὶ ἡσυχίαν ἄγων οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετο, πολλὰ ἂν εἰπεῖν ἔχων, ἀλλ’ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως, πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιομάχει καὶ τὴν ἀπὸ ἁμάξης | |
145 | πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ’ ἂν τοῦ Πλάτωνος ἀμυναμένου ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον, εἴ τε μελήσειεν Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν | |
ᾤετο ἀποστρεψάμενος ἀφ’ ἑαυτοῦ τὸν Ἀρκεσίλαον. Τοῦτο δ’ ᾔδει καὶ Ἀγαθοκλέα τὸν Συρακόσιον ποιήσαντα | 70 | |
25(150) | τὸ σόφισμα ἐπὶ τοὺς Καρχηδονίους. Οἱ Στωϊκοὶ δὲ ὑπή‐ κουον ἐκπεπληγμένοι· ‘ἁ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλόλογος οὐδ’ ἐργάτισ‘ Χαρίτων, ὑφ’ ὦν ὁ Ἀρκεσί‐ λαος τὰ μὲν περικρούων, τὰ δ’ ὑποτέμνων, ἄλλα δ’ ὑποσκε‐ λίζων κατεγλωττίζετο αὐτοὺς καὶ πιθανὸς ἦν. Τοιγαροῦν | |
155 | πρὸς οὓς μὲν ἀντέλεγεν ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν καταπεπληγμένων, δεδειγμένον πως τοῖς τότε ἀνθρώποις ὑπῆρχε μηδὲν εἶναι μήτ’ οὖν ἔπος μήτε πάθος μήτ’ ἔργον ἓν βραχὺ μηδ’ ἄχρηστον 〈ἢ〉 τοὐναντίον ὀφθῆναί ποτ’ ἄν, εἴ τι μὴ Ἀρκεσιλάῳ δοκεῖ τῷ Πιταναίῳ· τῷ δ’ ἄρα οὐδὲν | |
160 | ἐδόκει οὐδ’ ἀπεφαίνετο οὐδὲν μᾶλλον ἢ ῥηματίσκια ταῦτ’ εἶναι καὶ φόβους. | |
26(1n) | (Eus., Pr. ev., XIV, 7, 1—15, p. 734 a—737 a V.; | |
2n | II, p. 277, 12—281, 8 Mras) | |
1 | Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι ἡδύ. Ἦν μὲν δὴ Λακύδης ὑπογλισχρότερος καί τινα τρόπον ὁ λεγόμενος οἰκονομικός, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς, αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμεῖον, αὐτὸς δ’ ὑπο‐ | |
5 | κλείων. Καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι’ αὐτουργίας, οὔ τί που αὐτάρκειαν ἐπαινῶν οὐδ’ ἄλλως πενίᾳ χρώμενος οὐδ’ ἀπορίᾳ δούλων, ᾧ γε ὑπῆρχον δοῦλοι ὁποσοιοῦν· τὴν δ’ αἰτίαν ἔξεστιν εἰκάζειν. Ἐγὼ δὲ ὃ ὑπεσχόμην τὸ ἡδὺ διηγήσομαι. Τα‐ | |
10 | μιεύων γὰρ αὐτὸς ἑαυτῷ τὴν μὲν κλεῖδα περιφέρειν ἐφ’ ἑαυ‐ τοῦ οὐκ ᾤετο δεῖν, ἀποκλείσας δὲ κατετίθει μὲν ταύτην εἴς τι κοῖλον γραμματεῖον· σημηνάμενος δὲ δακτυλίῳ τὸν μὲν δακτύλιον κατεκύλιε διὰ τοῦ κλείθρου ἔσω εἰς τὸν οἶκον μεθιείς, ὡς δὴ ὕστερον, ἐπειδὴ πάλιν ἐλθὼν ἀνοίξειε | 71 |
15 | τῇ κλειδί, δυνησόμενος ἀνελὼν τὸν δακτύλιον αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι, εἶτα δ’ ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν δακτύλιον διὰ τοῦ κλείθρου. Τοῦτο οὖν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προΐοι Λακύδης εἰς περίπατον ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοί‐ | |
20 | ξαντες ἂν κἄπειτα, ὥς σφιν ἦν θυμός, τὰ μὲν φαγόντες, τὰ δ’ ἐμπιόντες, ἄλλα δ’ ἀράμενοι ἐκ περιόδου ταῦτα ἐποίουν· ἀπέκλειον μέν, ἐσημαίνοντο δέ, τὸν δακτύλιον πολλά τ’ αὐτοῦ καταγελάσαντες εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίεσαν. Ὁ οὖν Λακύδης πλήρη μὲν καταλιπών, | |
25 | κενὰ δ’ εὑρισκόμενος τὰ σκεύη ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουσε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν, ᾤετο τοῦτ’ ἐκεῖν’ αὑτῷ συμβαίνειν περὶ τὸ ταμεῖον, ἀρξάμενός τ’ ἔνθεν ἐφιλοσόφει παρὰ τῷ Ἀρκε‐ σιλάῳ, μηδὲν μήτε ὁρᾶν μήτε ἀκούειν ἐναργὲς ἢ ὑγιές· | |
30 | καί ποτε ἐπισπασάμενος τῶν προσομιλούντων αὐτῷ τινα εἰς τὴν οἰκίαν ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς ἐδόκει, τὴν ἐποχήν, καὶ ἔφη· ‘Τοῦτο μὲν ἀναμφίλεκτον ἐγώ σοι ἔχω φράσαι, αὐτὸς ἐπ’ ἐμαυτοῦ μαθών, οὐκ ἄλλου πειραθείσ‘. Κἄπειτα ἀρξάμενος περιηγεῖτο τὴν | |
35 | ὅλην τοῦ ταμείου συμβᾶσαν αὐτῷ πάθην. ‘Τί οὖν ἄν‘, εἶπεν, ‘ἔτι Ζήνων λέγοι πρὸς οὕτως ὁμολογουμένην διὰ πάντων φανεράν μοι ἐν τοῖς τοιοῖσδ’ ἀκαταληψίαν; | |
ὃς γὰρ ἀπέκλεισα μὲν ταῖς ἐμαυτοῦ χερσίν, αὐτὸς δ’ ἐση‐ μηνάμην, αὐτὸς δ’ ἀφῆκα μὲν εἴσω τὸν δακτύλιον, αὖθις | 72 | |
40 | δ’ ἐλθὼν ἀνοίξας τὸν μὲν δακτύλιον ὁρῶ ἔνδον, οὐ μέντοι καὶ τἄλλα, πῶς οὐ δικαίως ἀπιστούντως τοῖς πράγ‐ μασιν ἕξω; οὐ γάρ πω φήσω, εἰπεῖν, ἔγωγ’ ἐπελθόντα τινὰ κλέψαι ταῦτα ὑπάρχοντος ἔνδον τοῦ δακτυλίου‘. Καὶ ὃς ἀκούων, ἦν γὰρ ὑβριστής, ἐκδεξάμενος τὸ πᾶν | |
45 | ὡς ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ κρατῶν, ἀπέρρηξε γέλωτα καὶ μάλα πλατὺν γελῶν τ’ ἔτι καὶ καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενοδοξίαν. Ὥστε ἔκτοτε Λακύδης ἀρξάμενος οὐκέτι μὲν τὸν δακτύλιον ἔσω ἐνέβαλλεν, οὐκέτι δὲ τοῦ ταμείου ἐχρῆτο ἀκαταληψίᾳ, | |
26(50) | ἀλλὰ κατελάμβανε τὰ ἀφειμένα καὶ μάτην ἐπεφιλοσο‐ φήκει. Οὐ μέντοι ἀλλὰ οἵ τε παῖδες φόρτακες ἦσαν καὶ οὐ θατέρᾳ ληπτοί, οἷοι δ’ οὗτοι οἱ κωμῳδικοί [τε καὶ] Γέται τε καὶ Δάκοι κἀκ τῆς Δακικῆς λαλεῖν στωμυλήθρας | |
55 | κατεγλωττισμένοι, ἐπεί γε τοῖς Στωϊκοῖς τὰ σοφίσματα ἤκουσαν, εἴτε καὶ ἄλλως ἐκμαθόντες, εὐθὺ τοῦ τολμήμα‐ τος ᾔεσαν καὶ παρελύοντο αὐτοῦ τὴν σφραγῖδα καὶ τοτὲ μὲν ἑτέραν ἀντ’ ἐκείνης ὑπετίθεσαν, τοτὲ δ’ οὐδ’ ἄλλην, διὰ τὸ οἴεσθαι ἐκείνῳ γε ἀκατάληπτα ἔσεσθαι καὶ οὕτω | |
60 | καὶ ἄλλως. Ὁ δ’ εἰσελθὼν ἐσκοπεῖτο· ἀσήμαντον δὲ τὸ γραμματεῖον θεωρῶν ἢ σεσημασμένον μέν, σφραγῖδι δ’ ἄλλῃ, ἠγανάκτει· τῶν δὲ σεσημάνθαι λεγόντων, αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ, ἠκριβολογεῖτ’ ἂν καὶ ἀπεδείκνυε· τῶν δ’ ἡττωμένων τῇ ἀποδείξει φαμένων, | |
65 | εἰ μή τι ἔπεστιν ἡ σφραγίς, αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ | |
μὴ σημήνασθαι, καὶ μὴν αὐτός τ’ ἔφη σημηνάμενος μνημονεύειν καὶ ἀπεδείκνυε καὶ περιῄει τῷ λόγῳ καὶ ἐδεινολογεῖτο πρὸς αὐτούς, οἰόμενος παίζεσθαι, καὶ προσώμνυεν. Οἱ δ’ ὑπολαβόντες τὰς προσβολὰς ἐκείνου | 73 | |
70 | αὐτοί γε ᾤοντο ὑπ’ αὐτοῦ παίζεσθαι, ἐπεὶ σοφῷ γ’ ὄντι δεδόχθαι τῷ Λακύδῃ εἶναι ἀδοξάστῳ ὥστε καὶ ἀμνημο‐ νεύτῳ· μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος γοῦν τοῦ χρόνου ἔφασαν ἀκοῦσαι ταῦτα αὐτοῦ πρὸς τοὺς φίλους. Τοῦ δ’ ἀναστρέφοντος αὐτοῖς τὰς ἐπιχειρήσεις καὶ λέ‐ | |
75 | γοντος οὐκ ἀκαδημαϊκά, αὐτοὶ φοιτῶντες εἰς Στωϊκῶν τινος τὰ λεκτέα ἑαυτοῖς ἀνεμάνθανον κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον καὶ ἦσαν ἀντίτεχνοι κλέπται ἀκαδη‐ μαϊκοί· ὁ δὲ στωϊκῶς ἐνεκάλει· οἱ παῖδες δὲ τὰ ἐγκλή‐ ματα παρέλυον αὐτῷ ὑπὸ ἀκαταληψίας οὐκ ἄνευ τωθασ‐ | |
80 | μῶν τινων. Διατριβαὶ οὗν ἦσαν πάντων ἐκεῖ καὶ λόγοι καὶ ἀντιλογίαι· καὶ ἓν οὐδὲν ἐν τῷ μέσῳ κατελείπετο, οὐκ ἀγγεῖον, οὐ τῶν ἐν ἀγγείῳ τιθεμένων, οὐχ ὅσα εἰς οἰκίας κατασκευὴν ἄλλ’ ἔστι συντελῆ. Καὶ ὁ Λακύδης τέως μὲν ἠπόρει, μήτε λυσιτελοῦσαν | |
85 | ἑαυτῷ θεωρῶν τὴν τοῖς ἑαυτοῦ δόγμασι βοήθειαν εἴ τε μὴ ἐξελέγχοι πάντα ἀνατρέψεσθαι ἑαυτῷ δοκῶν, πεσὼν εἰς τἀμήχανον τοὺς γείτονας ἐκεκράγει καὶ τοὺς θεούς, καὶ ἰοὺ ἰοὺ καὶ φεῦ φεῦ καὶ νὴ τοὺς θεοὺς καὶ νὴ τὰς θεὰς ἄλλαι τε ὅσαι ἐν ἀπιστίαις δεινολογουμένων εἰσὶν ἄτεχνοι | |
90 | πίστεις, ταῦτα πάντα ἐλέγετο βοῇ ἅμα καὶ ἀξιοπιστίᾳ. Τελευτῶν δέ, ἐπεὶ μάχην εἶχεν ἀντιλεγομένην ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν ἐστωϊκεύετο πρὸς τοὺς | |
παῖδας, τῶν παίδων δὲ τὰ ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματ’ ἔχοι, οἰκουρὸς ἦν φίλος τοῦ ταμείου | 74 | |
95 | προκαθήμενος. Οὐδὲν δ’ εἰς οὐδὲν ὠφελῶν ὑπιδόμενος οἷ τὸ σοφὸν αὐτῷ ἔρχεται, ἀπεκαλύψατο· ‘Ἄλλωσ‘, ἔφη, ‘ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν‘. Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. Τούτου δὲ γίγνονται | |
26(100) | ἀκουσταὶ πολλοί, ὧν εἷς ἦν διαφανὴς ὁ Κυρηναῖος Ἀρίστιππος, ἐκ πάντων δ’ αὐτοῦ τῶν γνωρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἱ μετὰ τοῦτον. Μεθ’ οὓς Καρνεάδης ὑποδεξάμενος τὴν διατριβὴν τρίτην συνεστήσατο Ἀκαδημίαν, λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο | |
105 | ᾗ καὶ ὁ Ἀρκεσίλαος· καὶ γὰρ αὐτὸς ἐπετήδευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα· μόνῳ δ’ ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δ’ εἶναι ἀδήλου καὶ | |
110 | ἀκαταλήπτου καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δ’ ἄδηλα. Μετεῖχε δ’ οὗτος καὶ τῶν στωϊκῶν λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ ἀλλ’ οὐ τῆς ἀληθείας στοχαζόμενος· ὅθεν καὶ πολλὴν παρέσχε | |
115 | τοῖς Στωϊκοῖς ἀηδίαν. | |
Γράφει δ’ οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα. | 75 | |
27(1n) | (Eus., Pr. ev., XIV, 8, 1—15, p. 737 b—739 a V.; | |
2n | II, p. 281, 11—284, 9 Mras) | |
1 | Καρνεάδης δ’ ἐκδεξάμενος παρ’ Ἡγησίνου χρεὼν φυλάξαι ὅς’ ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν τούτου μὲν ἠμέλει, εἰς δ’ Ἀρκεσίλαον, εἴτ’ οὖν ἀμείνω εἴτε καὶ φαυλότερα ἦν, ἐπανενεγκὼν διὰ μακροῦ τὴν μάχην | |
5 | ἀνενέαζε. Καὶ ἑξῆς ἐπιλέγει· Ἦγε δ’ οὖν καὶ οὗτος καὶ ἀπέφερεν ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων ἐξαρνητικός τε καὶ καταφατικός τε ἦν κἀμφοτέρωθεν | |
10 | ἀντιλογικός· εἴ τε που ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγείρετο λάβρος οἷον ποταμὸς ῥοώδης, [σφοδρῶς ῥέων,] πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τἀκεῖθι, καὶ εἰσέπιπτε καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου. Τοιγαροῦν ἀπάγων τοῦς ἄλλους αὐτὸς ἔμενεν ἀνεξαπά‐ | |
15 | τητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. Ἐκεῖνος μέν γε περιερχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ᾐσθῆσθαι, πεπεῖσθαι δ’ ἀληθῆ εἶναι ἃ λέγει, διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων. Κακὸν δ’ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρ‐ | |
20 | νεάδης τῷ Ἀρκεσιλάῳ, μὴ χαλάσας τι σμικρόν, ὑφ’ οὗ | |
οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας τοῦ εἶναι τόδε τι ζῷον ἢ μὴ ζῷον εἶναι. Τοῦτο οὖν ὑπανείς, ὥσπερ οἱ ἀναχάζοντες θῆρες βιαιότερον καὶ μᾶλλον | 76 | |
25 | ἑαυτοὺς ἱεῖσιν εἰς τὰς αἰχμὰς καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπῆλθεν· ἐπεί τε ὑποσταίη τε καὶ εὖ τύχοι, τηνικαῦτα ἤδη καὶ οὗ προυδέδοκτο ἑκὼν ἠμέλει καὶ οὐκ ἐμέμνητο. Τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ συνεργαζόμενος τῆς ζητήσεως | |
30 | τρόπῳ παλαιστοῦ δεινοῦ λαβὴν δοὺς περιεγίγνετο ἔνθεν. Κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχὼν οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. Ἦν γοῦν λῃστὴς καὶ γόης σοφώτερος. Παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ κατα‐ | |
35 | ληπτὸν ὅμοιον καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἶναι οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ. Ἦν οὖν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ᾠοῦ κηρίνου πρὸς τὸ ἀληθινὸν | |
40 | ᾠόν. Συνέβαινεν οὖν τὰ κακὰ καὶ πλείω. Καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίσατο. Ἦν δὲ κλέπτων μὲν ἀφανής, φαινόμενος δὲ λῃστής, αἱρῶν καὶ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους. Πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα καὶ οὐδεμία ἡτισοῦν | |
45 | ἄλλων, ἐπεὶ καὶ οἷς προσεπολέμει ἦσαν εἰπεῖν ἀδυνατώ‐ τεροι. | |
Ἀντίπατρος γοῦν ὁ κατ’ αὐτὸν γενόμενος ἔμελλε μὲν καὶ ἀγωνιᾶν τι γράφειν, πρὸς δ’ οὖν τοὺς ἀπὸ Καρνεάδου καθ’ ἡμέραν ἀποφερομένους λόγους οὔποτ’ ἐδημοσίευσεν, | 77 | |
27(50) | οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις οὐδὲν εἶπεν οὐδ’ ἐφθέγξατο οὐδ’ ἤκουσέ τις αὐτοῦ, φασίν, οὐδὲ γρῦ· ἀντιγραφὰς δ’ ἐπανετείνετο καὶ γωνίαν λαβὼν βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὔτε νῦν δυνά‐ μενα καὶ τότε ἦν ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρ‐ | |
55 | μεγαν φανέντα καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην. Ὅμως δέ, καίτοι καὐτὸς ὑπὸ τῆς στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι’ ἀπορρήτων ὡμολόγει τε καὶ ἠλήθευε καὶ ἀπεφαίνετο ἃ κἂν ἄλλος τῶν ἐπιτυχόντων. | |
60 | Εἶτα ἑξῆς φησι· Καρνεάδου δὲ γίγνεται γνώριμος Μέντωρ μὲν πρῶτον, οὐ μὴν διάδοχος· ἀλλ’ ἔτι ζῶν Καρνεάδης ἐπὶ παλλακῇ μοιχὸν εὑρών, οὐχ ὑπὸ πιθανῆς φαντασίας οὐδ’ ὡς μὴ κατειληφώς, ὡς δὲ μάλιστα πιστεύων τῇ ὄψει καὶ κατα‐ | |
65 | λαβὼν παρῃτήσατο τῆς διατριβῆς. Ὁ δ’ ἀποστὰς ἀντε‐ σοφίστευε καὶ ἀντίτεχνος ἦν, ἐλέγχων αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀκαταληψίαν. Καὶ πάλιν ἐπιφέρει λέγων· Ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φιλοσοφῶν, | |
70 | τοῖς ψεύμασιν ἐκαλλωπίζετο καὶ ὑπ’ αὐτοῖς τἀληθῆ ἠφάνιζε. Παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς ψεύμασι καὶ | |
ἠλήθευεν ἔνδον λανθάνων καπηλικώτερον. Ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ δ’ αὐτῶν ἐστι κάτω καὶ | 78 | |
75 | ἐν ἀφανεῖ. Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. Διάδοχος δ’ αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος, μεθ’ ὃν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονεύει ταῦτα· | |
28(1n) | (Eus., Pr. ev., XIV, 9, 1—4, p. 739 b—d V.; | |
2n | II, p. 284, 11—285, 3 Mras) | |
1 | Ὁ δὲ Φίλων ἄρα οὗτος ἄρτι μὲν ἐκδεξάμενος τὴν δια‐ τριβὴν ὑπὸ χαρμονῆς ἐξεπέπληκτο καὶ χάριν ἀποδιδοὺς ἐθεράπευε καὶ τὰ δεδογμένα τῷ Κλειτομάχῳ ηὖξε καὶ τοῖς Στωϊκοῖς | |
5 | ἐκορύσσετο νώροπι χαλκῷ. Ὡς δὲ προϊόντος μὲν τοῦ χρόνου, ἐξιτήλου δ’ ὑπὸ συνη‐ θείας οὔσης αὐτῶν τῆς ἐποχῆς, οὐδὲν μὲν κατὰ ταὐτὰ ἑαυτῷ ἐνόει, ἡ δὲ τῶν παθημάτων αὐτὸν ἀνέστρεφεν ἐνάργειά τε καὶ ὁμολογία. Πολλὴν δῆτ’ ἔχων ἤδη τὴν | |
10 | διαίσθησιν ὑπερεπεθύμει εὖ ἴσθ’ ὅτι τῶν ἐλεγξόντων τυχεῖν, ἵνα μὴ ἐδόκει ‘μετὰ νῶτα βαλὼν‘ αὐτὸς ἑκὼν φεύγειν. Φίλωνος δὲ γίγνεται ἀκουστὴς Ἀντίοχος, ἑτέρας | |
ἄρξας Ἀκαδημίας. Μνησάρχῳ γοῦν τῷ Στωϊκῷ σχολάσας ἐναντία Φίλωνι τῷ καθηγητῇ ἐφρόνησε μυρία τε ξένα | 79 | |
15 | προσῆψε τῇ Ἀκαδημίᾳ. Ταῦτα καὶ παραπλήσια τούτοις μυρία τῆς Πλάτωνος περὶ διαδοχῆς μνημονεύεται. | |
29(t) | Περὶ ἀφθαρσίας ψυχῆς | |
1n | (Origen., Contra Celsum, V, 57; II, p. 60, 5—13 Koetschau; | |
2n | III, p. 156, 1—9 Borret) | |
1 | Παράδοξα δὲ πράγματα τοῖς ἀνθρώποις ἐμφαίνεσθαί ποτε καὶ τῶν Ἑλλήνων ἱστόρησαν οὐ μόνον οἱ ὑπονοη‐ θέντες ἂν ὡς μυθοποιοῦντες ἀλλὰ καὶ οἱ ἀνὰ πολὺ ἐπι‐ δειξάμενοι γνησίως φιλοσοφεῖν καὶ φιλαλήθως ἐκτίθεσθαι | |
5 | τὰ εἰς αὐτοὺς φθάσαντα. Τοιαῦτα δ’ ἀνέγνωμεν παρὰ τῷ Σολεῖ Χρυσίππῳ, τινὰ δὲ παρὰ Πυθαγόρᾳ, ἤδη δὲ καὶ παρά τισι τῶν νεωτέρων καὶ χθὲς καὶ πρώην γεγενημένων, ὥσπερ παρὰ τῷ Χαιρωνεῖ Πλουτάρχῳ ἐν τοῖς Περὶ ψυχῆς καὶ τῷ Πυθαγορείῳ Νουμηνίῳ ἐν τῷ δευτέρῳ Περὶ ἀφθαρ‐ | |
10 | σίας ψυχῆς. | |
30-59(t) | Incertorum operum fragmenta | |
30(1n) | (Porphyr., De antro nympharum, 10; p. 63, 7—24 Nauck2; | |
2n | p. 12, 12—25 West.) | |
1 | Νύμφας δὲ ναΐδας λέγομεν καὶ τὰς τῶν ὑδάτων προεστώ‐ | |
σας δυνάμεις ἰδίως, ἔλεγον δὲ καὶ τὰς εἰς γένεσιν κατ‐ ιούσας ψυχὰς κοινῶς ἁπάσας. Ἡγοῦντο γὰρ προσιζά‐ νειν τῷ ὕδατι τὰς ψυχὰς θεοπνόῳ ὄντι, ὥς φησιν ὁ Νου‐ | 80 | |
5 | μήνιος, διὰ τοῦτο λέγων καὶ τὸν προφήτην εἰρηκέναι ἐμφέρεσθαι ἐπάνω τοῦ ὕδατος θεοῦ πνεῦμα· τούς τε Αἰγυπτίους διὰ τοῦτο τοὺς δαίμονας ἅπαντας οὐχ ἱστά‐ ναι ἐπὶ στερεοῦ, ἀλλὰ πάντας ἐπὶ πλοίου, καὶ τὸν Ἥλιον καὶ ἁπλῶς πάντας· οὕστινας εἰδέναι χρὴ τὰς ψυχὰς | |
10 | ἐπιποτωμένας τῷ ὑγρῷ τὰς εἰς γένεσιν κατιούσας· ὅθεν καὶ Ἡράκλειτον ψυχῇσι φάναι τέρψιν μὴ θάνατον ὑγρῇσι γενέσθαι, τέρψιν δ’ εἶναι αὐταῖς τὴν εἰς γένεσιν πτῶσιν, καὶ ἀλλαχοῦ δὲ φάναι ζῆν ἡμᾶς τὸν ἐκείνων θάνατον καὶ ζῆν ἐκείνας τὸν ἡμέτερον θάνατον· παρὸ καὶ διεροὺς | |
15 | τοὺς ἐν γενέσει ὄντας καλεῖν τὸν ποιητὴν τοὺς διύγρους τὰς ψυχὰς ἔχοντας. Αἷμά τε γὰρ ταύταις καὶ ὁ δίυγρος γόνος φίλος, ταῖς δὲ τῶν φυτῶν τροφὴ τὸ ὕδωρ. | |
31(1n) | (Porphyr., o. c., 21—24; p. 70, 25—72, 19 Nauck2; | |
2n | p. 22, 2—24, 3 West.) | |
1 | Τοῦ δὴ ἄντρου εἰκόνα καὶ σύμβολόν φησι τοῦ κόσμου φέροντος Νουμήνιος καὶ ὁ τούτου ἑταῖρος Κρόνιος δύο εἶναι ἐν οὐρανῷ ἄκρα, ὧν οὔτε νοτιώτερόν ἐστι τοῦ χειμε‐ | |
ρινοῦ τροπικοῦ οὔτε βορειότερον τοῦ θερινοῦ. Ἔστι | 81 | |
5 | δ’ ὁ μὲν θερινὸς κατὰ καρκίνον, ὁ δὲ χειμερινὸς κατ’ αἰ‐ γόκερων. Καὶ προσγειότατος μὲν ὢν ἡμῖν ὁ καρκίνος εὐλόγως τῇ προσγειοτάτῃ Σελήνῃ ἀπεδόθη, ἀφανοῦς δ’ ἔτι ὄντος τοῦ νοτίου πόλου τῷ μακρὰν ἔτι ἀφεστηκότι καὶ ἀνωτάτῳ τῶν πλανωμένων πάντων ὁ αἰγόκερως | |
10 | ἀπεδόθη. Καὶ ἔχουσί γ’ ἐφεξῆς αἱ θέσεις τῶν ζῳδίων, ἀπὸ μὲν καρκίνου εἰς αἰγόκερων· πρῶτα μὲν λέοντα οἶκον Ἡλίου, εἶτα παρθένον Ἑρμοῦ, ζυγὸν δ’ Ἀφροδίτης, σκορπίον δ’ Ἄρεος, τοξότην Διός, αἰγόκερων Κρόνου· ἀπὸ δ’ αἰγόκερω ἔμπαλιν ὑδροχόον Κρόνου, ἰχθύας | |
15 | Διός, Ἄρεος κριόν, ταῦρον Ἀφροδίτης, διδύμους Ἑρμοῦ, καὶ Σελήνης λοιπὸν καρκίνον. Δύο οὖν ταύτας ἔθεντο πύλας καρκίνον καὶ αἰγόκερων οἱ θεολόγοι, Πλάτων δὲ δύο στόμια ἔφη· τούτων δὲ καρκίνον μὲν εἶναι δι’ οὗ κατίασιν αἱ ψυχαί, αἰγόκερων δὲ δι’ οὗ ἀνίασιν. Ἀλλὰ | |
20 | καρκίνος μὲν βόρειος καὶ καταβατικός, αἰγόκερως δὲ νότιος καὶ ἀναβατικός. Ἔστι δὲ τὰ μὲν βόρεια ψυχῶν εἰς γένεσιν κατιουσῶν. Καὶ ὀρθῶς καὶ τοῦ ἄντρου αἱ πρὸς βορρᾶν πύλαι καταβαταὶ ἀνθρώποις, τὰ δὲ νότια οὐ θεῶν, ἀλλὰ τῶν εἰς θεοὺς ἀνιουσῶν. Διὰ τὴν αὐτὴν δ’ αἰτίαν | |
25 | οὐ θεῶν ἔφη ὁδός, ἀλλ’ ἀθανάτων, ὃ κοινὸν καὶ ἐπὶ ψυχῶν ἢ οὐσῶν καθ’ αὑτὸ ἢ τῇ οὐσίᾳ ἀθανάτων. Τῶν δύο πυλῶν τούτων μεμνῆσθαι καὶ Παρμενίδην ἐν τῷ Φυσικῷ φησὶ Ῥωμαίους τε καὶ Αἰγυπτίους. Ῥωμαίους μὲν γὰρ τὰ Κρόνια ἑορτάζειν Ἡλίου κατ’ αἰγόκερων | |
30 | γενομένου, ἑορτάζειν δὲ τοὺς δούλους ἐλευθέρων σχή‐ ματα περιβάλλοντας καὶ πάντων ἀλλήλοις κοινωνούν‐ των, αἰνιξαμένου τοῦ νομοθέτου ὅτι κατὰ ταύτην τοῦ | |
οὐρανοῦ τὴν πύλην οἱ νῦν ὄντες διὰ τὴν γένεσιν δοῦλοι διὰ τῆς κρονικῆς ἑορτῆς καὶ τοῦ ἀνακειμένου Κρόνῳ | 82 | |
35 | οἴκου ἐλευθεροῦνται, ἀναβιωσκόμενοι καὶ εἰς αὐτογένεσιν ἀπερχόμενοι. Καταβατικὴ δ’ αὐτοῖς ἡ ἀπ’ αἰγόκερω ὁδός· διὸ ἰαννούαν εἰπόντες τὴν θύραν καὶ ἰαννουάριον μῆνα τὸν θυραῖον προσεῖπον, ἐν ᾧ Ἥλιος ἀπ’ αἰγόκερω πρὸς ἑῴαν ἐπάνεισιν ἐπιστρέψας εἰς τὰ βόρεια. Αἰγυπτίοις | |
40 | δ’ ἀρχὴ ἔτους οὐχ ὁ ὑδροχόος, ὡς Ῥωμαίοις, ἀλλὰ καρ‐ κίνος· πρὸς γὰρ τῷ καρκίνῳ ἡ Σῶθις, ἣν κυνὸς ἀστέρα Ἕλληνες φασί· νουμηνία δ’ αὐτοῖς ἡ Σώθεως ἀνατολή, γενέσεως κατάρχουσα τῆς εἰς τὸν κόσμον. | |
32(1n) | (Porphyr., o. c., 28; p. 75, 11—76, 1 Nauck2; | |
2n | p. 26, 26—28, 6 West.) | |
1 | Λέγει δέ που καὶ Ἡλίου πύλας, σημαίνων καρκίνον τε καὶ αἰγόκερων· ἄχρι γὰρ τούτων πρόεισιν ἀπὸ βορείου ἀνέμου εἰς τὰ νότια κατιὼν κἀκεῖθεν ἐπανιὼν εἰς τὰ βόρεια. Αἰγόκερως δὲ καὶ καρκίνος περὶ τὸν γαλαξίαν τὰ πέρατα | |
5 | αὐτοῦ εἰληχότες, καρκίνος μὲν τὰ βόρεια, αἰγόκερως δὲ τὰ νότια· δῆμος δ’ ὀνείρων κατὰ Πυθαγόραν αἱ ψυχαί, ἃς συνάγεσθαι φησὶν εἰς τὸν γαλαξίαν τὸν οὕτω προσ‐ αγορευόμενον ἀπὸ τῶν γάλακτι τρεφομένων, ὅταν εἰς γένεσιν πέσωσιν· ὃ καὶ σπένδειν αὐταῖς τοὺς ψυχαγω‐ | |
10 | γοὺς μέλι κεκραμένον γάλακτι ὡς ἂν δι’ ἡδονῆς εἰς γένεσιν μεμελετηκυίαις ἔρχεσθαι· αἷς συγκυεῖσθαι τὸ | |
γάλα πέφυκεν. | 83 | |
33(1n) | (Porphyr., o. c., 34; p. 79, 19—80, 2 Nauck2; | |
2n | p. 32, 13—21 West.) | |
1 | Οὐ γὰρ ἀπὸ σκοποῦ οἶμαι καὶ τοῖς περὶ Νουμήνιον ἐδόκει Ὀδυσσεὺς εἰκόνα φέρειν Ὁμήρῳ κατὰ τὴν Ὀδύσ‐ σειαν τοῦ διὰ τῆς ἐφεξῆς γενέσεως διερχομένου καὶ οὕτως ἀποκαθισταμένου εἰς τοὺς ἔξω παντὸς κλύδωνος | |
5 | καὶ θαλάσσης ἀπείρους· εἰσόκε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν ἀνέρες οὐδέ θ’ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν. Πόντος δὲ καὶ θάλασσα καὶ κλύδων καὶ παρὰ Πλάτωνι | |
ἡ ὑλικὴ σύστασις. | 84 | |
35(1n) | (Proclus, In Platonis rem publ., II, | |
2n | p. 128, 26—130, 14; 131, 8—14 Kroll) | |
1 | Νουμήνιος μὲν γὰρ τὸ κέντρον εἶναί φησιν τοῦτον τοῦ τε κόσμου παντὸς καὶ τῆς γῆς, ὡς μεταξὺ μὲν ὂν τοῦ οὐρανοῦ, μεταξὺ δὲ καὶ τῆς γῆς· ἐν ᾧ καθῆσθαι τοὺς δικαστὰς καὶ παραπέμπειν τὰς μὲν εἰς οὐρανὸν | |
5 | τῶν ψυχῶν, τὰς δ’ εἰς τὸν ὑπὸ γῆς τόπον καὶ τοὺς ἐκεῖ ποταμούς· οὐρανὸν μὲν τὴν ἀπλανῆ λέγων καὶ ἐν ταύτῃ | |
δύο χάσματα, τὸν αἰγόκερων καὶ τὸν καρκίνον, τοῦτον μὲν καθόδου χάσμα τῆς εἰς γένεσιν, ἀνόδου δὲ ἐκεῖνον, ποταμοὺς δὲ ὑπὸ γῆς τὰς πλανωμένας (ἀνάγει γὰρ εἰς | 85 | |
10 | ταύτας τοὺς ποταμοὺς καὶ αὐτὸν τὸν Τάρταρον)· καὶ ἄλλην πολλὴν ἐπεισάγων τερατολογίαν, πηδήσεις τε ψυχῶν ἀπὸ τῶν τροπικῶν ἐπὶ τὰ ἰσημερινὰ καὶ ἀπὸ τού‐ των εἰς τὰ τροπικὰ καὶ μεταβάσεις, ἃς αὐτὸς πηδῶν ἐπὶ τὰ πράγματα μεταφέρει, καὶ συρράπτων τὰ πλατωνικὰ | |
15 | ῥήματα τοῖς γενεθλιαλογικοῖς καὶ ταῦτα τοῖς τελεστι‐ κοῖς· μαρτυρούμενος τῶν δύο χασμάτων καὶ τὴν Ὁμήρου ποίησιν οὐ μόνον λέγουσαν τὰς μὲν πρὸς βορέαο καται‐ βατὰς ἀνθρώποισιν ὁδούς, ἐπείπερ ὁ ἥλιος ...· τὰς δὲ πρὸς νότου 〈εἶναι θειοτέρασ〉, δι’ ὧν οὐκ ἔστιν ἀν‐ | |
20 | δράσιν 〈εἰσελθε〉ῖν, ἀθανάτων δὲ μόνον ὁδοὺς αὐτὰς ὑπάρχειν· ὁ γὰρ αἰγόκερως ἀνάγων τὰς ψυχὰς λύει μὲν αὐτῶν τὴν ἐν ἀνδράσι ζωήν, μόνην δὲ τὴν ἀθάνατον εἰσδέχεται καὶ θείαν· οὐ ταῦτα δ’ οὖν μόνον, ἀλλὰ καὶ ἡλίου πύλας ὑμνοῦσαν καὶ δῆμον ὀνείρων, τὰ μὲν δύο | |
25 | τροπικὰ ζῴδια πύλας ἡλίου προσαγορεύσασαν, δῆμον δ’ ὀνείρων, ὥς φησιν ἐκεῖνος, τὸν γαλαξίαν. Καὶ γὰρ τὸν Πυθαγόραν δι’ ἀπορρήτων Ἅιδην τὸν γαλαξίαν καὶ τόπον ψυχῶν ἀποκαλεῖν, ὡς ἐκεῖ συνωθουμένων· διὸ παρά τισιν ἔθνεσιν γάλα σπένδεσθαι τοῖς θεοῖς τοῖς | |
30 | τῶν ψυχῶν καθαρταῖς καὶ τῶν πεσουσῶν εἰς γένεσιν εἶναι γάλα τὴν πρώτην τροφήν. Τὸν δὲ δὴ Πλάτωνα διὰ μὲν τῶν χασμάτων, ὡς εἴρηται, δηλοῦν τὰς δύο πύλας, διὰ δὲ τοῦ φωτός, ὃ δὴ σύνδεσμον εἶναι τοῦ οὐρανοῦ, τὸν γαλαξίαν· εἰς ὃν ἀνιέναι δι’ ἡμερῶν δυοκαίδεκα τὰς | |
35 | ψυχὰς ἀπὸ τοῦ τόπου τῶν δικαστῶν· ἦν δὲ ὁ τόπος τὸ | |
κέντρον. Ἐντεῦθεν τοίνυν ἀρχομένην τὴν δυωδεκάδα τελευτᾶν εἰς τὸν οὐρανόν· ἐν ᾗ τὸ κέντρον εἶναι, τὴν γῆν, τὸ ὕδωρ, τὸν ἀέρα, τὰς ἑπτὰ πλανωμένας, αὐτὸν τὸν ἀπλανῆ κύκλον. Εἶναι δ’ οὖν τὰ τροπικὰ ζῴδια, τὰ | 86 | |
40 | χάσματα τὰ διπλᾶ, τὰς δύο πύλας ὀνόματι διαφέροντα μόνον, καὶ πάλιν τὸν γαλαξίαν, τὸ φῶς τὸ τῇ ἴριδι προσ‐ φερές, τὸν δῆμον τὸν ὀνείρων ταὐτόν. Ὀνείροις γὰρ ἀπεικάζειν τὰς ἄνευ σωμάτων ψυχὰς καὶ ἄλλοθι τὸν ποιητήν ... | |
45 | ... Ὁ δὲ μόνον τὸν γαλαξίαν ἐκ τῶν ψυχῶν συμπληροῖ τῶν ἐντεῦθεν εἰς οὐρανὸν ἀναβεβηκυιῶν· καὶ ὁ μὲν τὰς εὐδαίμονας οὔ φησι χωρεῖν εἰς τὸν ὑποχθόνιον τόπον, ὁ δὲ ἄγειν ἀναγκάζεται πρῶτον εἰς ἐκεῖνον, εἴπερ πᾶσαν ψυχὴν εἰς τὸν δικαστὴν χωρεῖν πρῶτον δεῖ, ἔπειτα εἰς | |
35(50) | τὸν ὑπερουράνιον τόπον ἀνελθεῖν, ὅπου γε διάγουσιν αἱ ψυχαὶ εὐδαιμόνως. | |
36(1n) | (Porphyr., Περὶ τοῦ πῶς ἐμψυχοῦται τὰ ἔμβρυα, p. 34, 20—35, | |
2n | 2 Kalbfleisch in Abhandlungen ... Berlin, 1895) | |
1 | Εἰ δὲ δυνάμει ζῷον ὡς τὸ δεδεγμένον τὴν ἕξιν ἢ μᾶλλον ζῷον ἐνεργείᾳ ἦν τὸ ἔμβρυον, δύσκολον μὲν τὸν καιρὸν ἀφορίσαι τῆς εἰσκρίσεως, καὶ πολύ γε τὸ ἀπίθανον ἕξει καὶ πλασματῶδες ὁποῖος ἂν εἶναι ἀφορισθῇ, τοῦ μὲν | |
5 | ὅταν καταβληθῇ τὸ σπέρμα τὸν καιρὸν τοῦτον ἀποδι‐ δόντος ὡς ἂν μηδ’ οἵου τ’ ὄντος ἐν τῇ μήτρᾳ γονίμως κρατηθῆναι μήτι γε ψυχῆς ἔξωθεν τῇ εἰσκρίσει ἑαυτῆς τὴν σύμφυσιν ἀπεργασαμένης—κἀνταῦθα πολὺς ὁ Νουμήνιος καὶ οἱ τὰς Πυθαγόρου ὑπονοίας ἐξηγούμενοι, | |
10 | καὶ τὸν παρὰ μὲν τῷ Πλάτωνι ποταμὸν Ἀμέλητα, παρὰ δὲ τῷ Ἡσιόδῳ καὶ τοῖς Ὀρφικοῖς τὴν Στύγα, παρὰ δὲ τῷ Φερεκύδῃ τὴν ἐκροὴν ἐπὶ τοῦ σπέρματος ἐκδεχόμενοι, | |
τοῦ δ’ ὅταν ... | 87 | |
37(1n) | (Proclus, In Timaeum, I, 76, 30—77, 23 Diehl) | |
1 | Οἱ δ’ εἰς δαιμόνων τινῶν ἐναντίωσιν, ὡς τῶν μὲν ἀμει‐ νόνων, τῶν δὲ χειρόνων, καὶ τῶν μὲν πλήθει, τῶν δὲ δυ‐ νάμει κρειττόνων, καὶ τῶν μὲν κρατούντων, τῶν δὲ κρα‐ τουμένων, ὥσπερ Ὠριγένης ὑπέλαβεν. Οἱ δ’ εἰς ψυχῶν | |
5 | διάστασιν καλλιόνων καὶ τῆς Ἀθηνᾶς τροφίμων καὶ γενεσιουργῶν ἄλλων, αἳ καὶ τῷ τῆς γενέσεως ἐφόρῳ θεῷ προσήκουσι. Καὶ ἔστι τῆς ἐξηγήσεως ταύτης προστά‐ της Νουμήνιος. Οἱ δὲ καὶ μίξαντες τὴν Ὠριγένους, ὥσπερ οἴονται, καὶ Νουμηνίου δόξαν ψυχῶν πρὸς δαίμονας | |
10 | ἐναντίωσιν εἶπον, τῶν μὲν δαιμόνων καταγωγῶν ὄντων, τῶν δὲ ψυχῶν ἀναγομένων· παρ’ οἷς ὁ δαίμων τριχῶς· καὶ γὰρ εἶναί φασι τὸ μὲν θείων δαιμόνων γένος, τὸ δὲ κατὰ σχέσιν, ὃ μερικαὶ συμπληροῦσι ψυχαὶ δαιμονίας τυχοῦσαι λήξεως, τὸ δὲ πονηρὸν ἄλλο καὶ λυμαντικὸν | |
15 | τῶν ψυχῶν. Τοὺς οὖν ἐσχάτους δαίμονας τὸν πόλεμον τοῦτον συγκροτεῖν καὶ τὰς ψυχὰς ἐν τῇ εἰς γένεσιν καθ‐ όδῳ· καὶ ἅπερ οἱ παλαιοί, φασι, θεολόγοι εἰς Ὄσιριν καὶ Τυφῶνα ἀνήγαγον ἢ εἰς Διόνυσον καὶ Τιτᾶνας, ταῦτα ὁ Πλάτων εἰς Ἀθηναίους καὶ Ἀτλαντίνους ἀναπέμπει | |
20 | δι’ εὐσέβειαν· πρὶν δ’ εἰς τὰ στερεὰ σώματα κατελθεῖν, 〈ἐναντίωσιν〉 παραδίδωσι τῶν ψυχῶν πρὸς τοὺς ὑλικοὺς δαίμονας, οὓς τῇ δύσει παρῳκείωσεν· ἐπεὶ καὶ ἡ δύσις, ὡς ἔλεγον Αἰγύπτιοι, τόπος ἐστὶ δαιμόνων κακωτικῶν· ἐπὶ δὲ ταύτης ἐστὶ τῆς οἰήσεως ὁ φιλόσοφος Πορφύριος, | |
25 | ὃν καὶ θαυμάσειεν ἄν τις εἰ ἕτερα λέγοι τῆς Νουμηνίου | |
παραδόσεως. | 88 | |
38(1n) | (Olympiodorus, In Phaedonem, p. 84, 21—85, 3 Norvin) | |
1 | Ὅτι τούτοις χρώμενοι τοῖς κανόσι ῥᾳδίως διελέγξομεν, ὡς οὔτε τἀγαθόν ἐστιν ἡ φρουρά, ὥς τινες, οὔτε ἡ ἡδονή, ὡς Νουμήνιος ... Οὕτω δὲ καὶ Πορφύριος προϋπενόησεν ἐν τῷ ὑπομνήματι. | |
39(1n) | (Proclus, In Timaeum, II, 153, 17—25 Diehl) | |
1 | Τῶν δὲ πρὸ ἡμῶν οἱ μὲν μαθηματικὴν ποιοῦντες τὴν οὐσίαν τῆς ψυχῆς ὡς μέσην τῶν τε φυσικῶν καὶ τῶν ὑπερφυῶν, οἱ μὲν ἀριθμὸν αὐτὴν εἰπόντες ἐκ μονάδος ποιοῦσιν, ὡς ἀμερίστου, καὶ τῆς ἀορίστου δυάδος, ὡς | |
5 | μεριστῆς, οἱ δ’ ὡς γεωμετρικὴν ὑπόστασιν οὖσαν ἐκ σημείου καὶ διαστάσεως, τοῦ μὲν ἀμεροῦς, τῆς δὲ μεριστῆς· καὶ τῆς μὲν προτέρας εἰσὶ δόξης οἱ περὶ Ἀρίστανδρον καὶ Νουμήνιον καὶ ἄλλοι πλεῖστοι τῶν ἐξηγητῶν, τῆς δὲ δευτέρας Σευῆρος. | |
40(1n) | (Id., ibid., II, 274, 10—14 Diehl) | |
1 | Θεόδωρος δ’ ὁ ἐκ τῆς Ἀσίνης φιλόσοφος, τῶν νουμη‐ νείων λόγων ἐμφορηθείς, καινοπρεπέστερον τοὺς περὶ τῆς ψυχογονίας διέθηκε λόγους, ἀπὸ τῶν γραμμάτων καὶ τῶν χαρακτήρων καὶ τῶν ἀριθμῶν ποιούμενος τὰς ἐπι‐ | |
5 | βολάς. | 89 |
41(1n) | (Iamblichus, Περὶ ψυχῆς, ap. Stob., Anthol., I, 49, 32; | |
2n | p. 365, 5—21 Wachsmuth) | |
1 | Ἴθι δὴ οὖν ἐπὶ τὴν καθ’ αὑτὴν ἀσώματον οὐσίαν ἐπαν‐ ίωμεν, διακρίνοντες καὶ ἐπ’ αὐτῆς ἐν τάξει τὰς περὶ ψυχῆς πάσας δόξας. Εἰσὶ δή τινες οἳ πᾶσαν τὴν τοιαύτην οὐσίαν ὁμοιομερῆ καὶ τὴν αὐτὴν καὶ μίαν ἀποφαίνονται, | |
5 | ὡς καὶ ἐν ὁτῳοῦν αὐτῆς μέρει εἶναι τὰ ὅλα· οἵτινες καὶ ἐν τῇ μεριστῇ ψυχῇ τὸν νοητὸν κόσμον καὶ θεοὺς καὶ δαίμονας καὶ τἀγαθὸν καὶ πάντα τὰ πρεσβύτερα ἐν αὐτῇ ἐνιδρύουσι καὶ ἐν πᾶσιν ὡσαύτως πάντα εἶναι ἀποφαί‐ νονται, οἰκείως μέντοι κατὰ τὴν αὐτῶν οὐσίαν ἐν ἑκάστοις. | |
10 | Καὶ ταύτης τῆς δόξης ἀναμφισβητήτως μέν ἐστι Νου‐ μήνιος, οὐ πάντῃ δὲ ὁμολογουμένως Πλωτῖνος· ἀστάτως δ’ ἐν αὐτῇ φέρεται Ἀμέλιος· Πορφύριος δ’ ἐνδοιάζει περὶ αὐτήν, πῇ μὲν διατεταμένως αὐτῆς ἀφιστάμενος, πῇ δὲ συνακολουθῶν αὐτῇ, ὡς παραδοθείσῃ ἄνωθεν. | |
15 | Κατὰ δὲ ταύτην νοῦ καὶ θεῶν καὶ τῶν κρειττόνων γενῶν οὐδὲν ἡ ψυχὴ διενήνοχε κατά γε τὴν ὅλην οὐσίαν. | |
42(1n) | (Id., ibid., I, 49, 67; p. 458, 3—4 Wachsmuth) | |
1 | Ἕνωσιν μὲν οὖν καὶ ταὐτότητα ἀδιάκριτον τῆς ψυχῆς πρὸς τὰς ἑαυτῆς ἀρχὰς πρεσβεύειν φαίνεται Νουμή‐ | |
νιος. | 90 | |
43(1n) | (Id., ibid., I, 49, 37; p. 374, 21—375, 1 et 12—18 Wachsmuth) | |
1 | Ἤδη τοίνυν καὶ ἐν αὐτοῖς τοῖς Πλατωνικοῖς πολλοὶ διαστασιάζουσιν, οἱ μὲν εἰς μίαν σύνταξιν καὶ μίαν ἰδέαν τὰ εἴδη καὶ τὰ μόρια τῆς ζωῆς καὶ τὰ ἐνεργήματα συνάγοντες, ὥσπερ Πλωτῖνός τε καὶ Πορφύριος· οἱ δ’ εἰς | |
5 | μάχην ταῦτα κατατείνοντες, ὥσπερ Νουμήνιος· οἱ δ’ ἐκ μαχομένων αὐτὰ συναρμόζοντες, ὥσπερ οἱ περὶ Ἀττικὸν καὶ Πλούταρχον ... Τῶν δ’ αὖ διισταμένων πρὸς τούτους καὶ ἀπὸ τῶν ἔξωθεν προσφυομένων προστιθέντων ὁπωσοῦν τῇ ψυχῇ τὸ κακόν, ἀπὸ μὲν τῆς ὕλης Νουμηνίου καὶ | |
10 | Κρονίου πολλάκις, ἀπὸ δὲ τῶν σωμάτων αὐτῶν τούτων ἔστιν ὅτε καὶ Ἁρποκρατίωνος, ἀπὸ δὲ τῆς φύσεως καὶ τῆς ἀλόγου ψυχῆς Πλωτίνου καὶ Πορφυρίου ὡς τὰ πολλά. | |
44(1n) | (Porphyr., Περὶ τῶν τῆς ψυχῆς δυνάμεων, | |
2n | ap. Stob., Anthol., I, 49, 25 a; p. 350, 25—351, 1 Wachsmuth) | |
1 | Ἄλλοι δέ, ὧν καὶ Νουμήνιος, οὐ τρία μέρη ψυχῆς μιᾶς ἢ δύο γε, τὸ λογικὸν καὶ ἄλογον, ἀλλὰ δύο ψυχὰς ἔχειν ἡμᾶς οἴονται, ὥσπερ καὶ ἄλλα, τὴν μὲν λογικήν, τὴν δ’ ἄλογον ... | |
45(1n) | (Id., ibid., I, 49, 25; p. 349, 19—22 Wachsmuth) | |
1 | Νουμήνιος δὲ τὴν συγκαταθετικὴν δύναμιν παραδεκτικὴν | |
ἐνεργειῶν φήσας εἶναι, σύμπτωμα αὐτῆς φησιν εἶναι τὸ φανταστικόν, οὐ μὴν ἔργον γε καὶ ἀποτέλεσμα, ἀλλὰ παρακολούθημα. | 91 | |
46a(1n) | (Olympiodorus, In Phaedonem, p. 124, 13—18 Norvin) | |
1 | Ὅτι οἱ μὲν ἀπὸ τῆς λογικῆς ψυχῆς ἄχρι τῆς ἐμψύχου ἕξεως ἀπαθανατίζουσιν, ὡς Νουμήνιος· οἱ δὲ μέχρι τῆς φύσεως, ὡς Πλωτῖνος ἔνι ὅπου· οἱ δὲ μέχρι τῆς ἀλογίας, ὡς τῶν μὲν παλαιῶν Ξενοκράτης καὶ Σπεύσιππος, τῶν | |
5 | δὲ νεωτέρων Ἰάμβλιχος καὶ Πλούταρχος· οἱ δὲ μέχρι μόνης τῆς λογικῆς, ὡς Πρόκλος καὶ Πορφύριος ... | |
46b(1n) | (Syrianus, In Aristotelis Metaphysica, p. 109, 12—14 Kroll) | |
1 | Νουμηνίῳ μὲν οὖν καὶ Κρονίῳ καὶ Ἀμελίῳ καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ πάντα μετέχειν ἀρέσκει τῶν ἰδεῶν, Πορ‐ φυρίῳ δὲ μόνα τὰ αἰσθητά ... | |
46c(1n) | (Proclus, In Tim., III, 33, 33—34, 3 Diehl) | |
1 | Εἰ δ’, ὡς Ἀμέλιος γράφει καὶ πρὸ Ἀμελίου Νουμήνιος, μέθεξίς ἐστι κἀν τοῖς νοητοῖς, εἶεν ἂν εἰκόνες καὶ ἐν αὐ‐ | |
τοῖς. | 92 | |
47(1n) | (Io. Philoponus, In Aristotelis de anima, p. 9, 35—38 Hayduck, | |
2n | ap. Comm. in Arist. gr., XV, 1897) | |
1 | Τῶν δὲ χωριστὴν εἰρηκότων οἱ μὲν πᾶσαν ψυχὴν χωρισ‐ τὴν σώματος εἰρήκασιν, καὶ τὴν λογικὴν καὶ τὴν ἄλογον καὶ τὴν φυτικήν, οἷος ἦν Νουμήνιος πλανηθεὶς ὑπό τινων ῥησειδίων Πλάτωνος εἰπόντος ἐν Φαίδρῳ· ‘πᾶσα ψυχὴ | |
5 | ἀθάνατοσ‘. | |
48(1n) | (Iamblichus, Περὶ ψυχῆς, ap. Stob. Anthol., I, 49, 40; | |
2n | p. 380, 6—19 Wachsmuth) | |
1 | Οἶμαι τοίνυν καὶ τὰ τέλη διάφορα ὄντα καὶ τοὺς τρόπους τῆς καθόδου τῶν ψυχῶν ποιεῖν διαφέροντας. Ἡ μὲν γὰρ ἐπὶ σωτηρίᾳ καὶ καθάρσει καὶ τελειότητι τῶν τῇδε κατ‐ ιοῦσα ἄχραντον ποιεῖται καὶ τὴν κάθοδον· ἡ δὲ διὰ | |
5 | γυμνασίαν καὶ ἐπανόρθωσιν τῶν οἰκείων ἠθῶν ἐπιστρε‐ φομένη περὶ τὰ σώματα οὐκ ἀπαθής ἐστι παντελῶς, οὐδ’ ἀφεῖται ἀπόλυτος καθ’ ἑαυτήν· ἡ δ’ ἐπὶ δίκῃ καὶ κρίσει δεῦρο κατερχομένη συρομένῃ πως ἔοικε καὶ συν‐ ελαυνομένῃ. | |
10 | 〈Τινὲς δὲ τῶν νεωτέρων οὐχ οὕτωσ〉 διακρίνουσιν, οὐκ ἔχοντες δὲ σκοπὸν τῆς διαφορότητος εἰς ταὐτὸ συγχέουσι τὰς ἐνσωματώσεις τῶν ὅλων, κακάς τ’ εἶναι πάσας διϊσχυ‐ ρίζονται καὶ διαφερόντως οἱ περὶ Κρόνιόν τε καὶ Νουμή‐ | |
νιον καὶ Ἁρποκρατίωνα. | 93 | |
49(1n) | (Aeneas Gazaeus, Theophrastus, p. 12 Boissonade; | |
2n | P. G., 85, c. 892 b; p. 12, 1. 5—11 M.—E. Colonna [Napoli, 1958]) | |
1 | Πλωτῖνος γοῦν καὶ Ἁρποκρατίων, ἀμέλει καὶ Βοηθὸς καὶ Νουμήνιος τὸν τοῦ Πλάτωνος ἰκτῖνον παραλαβόντες ἰκτῖνον παραδιδόασι, καὶ τὸν λύκον λύκον, καὶ ὄνον τὸν ὄνον, καὶ ὁ πίθηκος αὐτοῖς οὐκ ἄλλο ἢ τοῦτο καὶ ὁ κύκνος | |
5 | οὐκ ἄλλο ἢ κύκνος νομίζεται· καὶ γὰρ πρὸ τοῦ σώματος κακίας ἐμπίμπλασθαι τὴν ψυχὴν δυνατὸν εἶναι λέγουσι καὶ τοῖς ἀλόγοις ἐξεικάζεσθαι· ᾧ γοῦν ὡμοιώθη, κατὰ τοῦτο φέρεται, ἄλλη ἄλλο ζῷον ὑποδῦσα. | |
50(1n) | (Proclus, In Tim., III, 196, 12—19 Diehl) | |
1 | Περὶ δὲ ἁπάντων τῶν κατευθυνόντων τὴν γένεσιν θεῶν λέγωμεν ὡς οὔτε τὴν οὐσίαν ἔχουσι τῇ ὕλῃ συμμεμιγμέ‐ νην, καθάπερ φασὶν οἱ ἀπὸ τῆς Στοᾶς ... οὔτε τὴν μὲν οὐσίαν ἔχουσιν ἀμιγῆ πρὸς τὴν ὕλην τὰς δὲ δυνάμεις | |
5 | καὶ τὰς ἐνεργείας ἀναμεμιγμένας πρὸς αὐτήν, ὡς οἱ περὶ Νουμήνιον λέγουσιν. | |
51(1n) | (Id., ibid., II, 9, 4—5 Diehl) | |
1 | Νουμήνιος μὲν οὖν πάντα μεμῖχθαι οἰόμενος οὐδὲν | |
οἴεται εἶναι ἁπλοῦν. | 94 | |
53(1n) | (Origenes, Contra Celsum, V, 38; II, p. 42, 23—43, 3 Koetschau; | |
2n | III, p. 116, 29—38 Borret) | |
1 | Περὶ δὲ Σαράπιδος πολλὴ καὶ διάφωνος ἱστορία, χθὲς καὶ πρώην εἰς μέσον ἐλθόντος κατά τινας μαγγανείας τοῦ βουληθέντος Πτολεμαίου οἱονεὶ ἐπιφανῆ δεῖξαι τοῖς ἐν Ἀλεξανδρείᾳ θεόν. Ἀνέγνωμεν δὲ παρὰ Νουμηνίῳ | |
5 | τῷ Πυθαγορείῳ περὶ τῆς κατασκευῆς αὐτοῦ, ὡς ἄρα πάντων τῶν ὑπὸ φύσεως διοικουμένων μετέχει οὐσίας ζῴων καὶ φυτῶν· ἵνα δόξῃ μετὰ τῶν ἀτελέστων τελετῶν καὶ τῶν καλουσῶν δαίμονας μαγγανειῶν οὐχ ὑπὸ ἀγαλ‐ ματοποιῶν μόνων κατασκευάζεσθαι θεὸς ἀλλὰ καὶ ὑπὸ | |
10 | μάγων καὶ φαρμακῶν καὶ τῶν ἐπῳδαῖς αὐτῶν κηλουμένων δαιμόνων. | |
54(1n) | (Macrobius, Saturn., I, 17, 65; p. 99, 12—16 Willis) | |
1 | Ἀπόλλωνα Δέλφιον vocant, quod quae obscura sunt | |
claritudine lucis ostendit ἐκ τοῦ δηλοῦν τὰ ἀφανῆ aut, ut Numenio placet, quasi unum et solum. Ait enim prisca Graecorum lingua δέλφον unum vocari. Unde | 99 | |
5 | et frater, inquit, ἀδελφός dicitur quasi iam non unus. | |
56(1n) | (Lydus, De mensibus, IV, 53; p. 109, 25—110, 4 Wünsch) | |
1 | Ὁ Λούκανος ἀδήλου θεοῦ τὸν ἐν Ἱεροσολύμοις ναὸν εἶναι λέγει, ὁ δὲ Νουμήνιος ἀκοινώνητον αὐτὸν καὶ πα‐ τέρα πάντων τῶν θεῶν εἶναι λέγει, ἀπαξιοῦντα κοινωνεῖν αὐτῷ τῆς τιμῆς τινα. | |
57(1n) | (Id., ibid., IV, 80; p. 132, 11—15 W.) | |
1 | Νουμήνιος δ’ ὁ Ῥωμαῖος τὸν Ἑρμῆν τὸν προχωρητικὸν λόγον εἶναι βούλεται· οὐδὲ γάρ, φησι, πρότερον βρέφος φθέγξαιτο, πρὶν ἂν τῆς γῆς ἐφάψαιτο, ὥστε Μαῖαν εἰς | |
γῆν καλῶς ἐξελάμβανον οἱ πολλοί. | 100 | |
58(1n) | (Id., ibid., IV, 86; p. 135, 13—17 W.) | |
1 | Ὁ Ἥφαιστος, ὥς φησι Νουμήνιος, γόνιμον πῦρ ἐστιν, ἡ τοῦ ἡλίου ζωογονικὴ θερμότης· διὸ δὴ καὶ χωλὸν ποιοῦσι τὸν Ἥφαιστον, καθ’ ὃ χωλεύει καθ’ ἑαυτὴν ἡ τοῦ πυρὸς φύσις, ὅταν μὴ συγκεκρότηται τοῖς ἄλλοις. | |
59(1n) | (Id., ibid.; p. 184, 10—13 W.; | |
2n | inter «fragmenta libris de mensibus falso tributa») | |
1 | Φασὶ γὰρ τὴν Νέμεσιν τὰ γλαφυρὰ τῶν πραγμάτων εἰς τὸ ἔμπαλιν τρέπειν ταῖς ὑπερβολαῖς τῆς τύχης, ὥς φησι Νουμήνιος, τῷ δ’ αὐτῷ τροχῷ τὴν ἰσότητα ἐπάγουσαν. | |
60(t) | Fragmentum dubium | |
1n | (Porphyr., De antro nympharum, 5—6; | |
2n | p. 59, 1—2 et 60, 1—14 Nauck2; p. 6, 21—22 et 8, 13—23 West.) | |
1 | [5] Ἄντρα μὲν δὴ ἐπιεικῶς οἱ παλαιοὶ καὶ σπήλαια τῷ κόσμῳ καθιέρουν ... [6] Οὕτω καὶ Πέρσαι τὴν εἰς κάτω κάθοδον τῶν ψυχῶν καὶ πάλιν ἔξοδον μυσταγωγοῦντες τελοῦσι τὸν μύστην, | |
5 | ἐπονομάσαντες σπήλαιον 〈τὸν〉 τόπον· πρώτου μέν, ὥς φησιν Εὔβουλος, Ζωροάστρου αὐτοφυὲς σπήλαιον ἐν τοῖς πλησίον ὄρεσι τῆς Περσίδος ἀνθηρὸν καὶ πηγὰς | |
ἔχον ἀνιερώσαντος εἰς τιμὴν τοῦ πάντων ποιητοῦ καὶ πατρὸς Μίθρου, εἰκόνα φέροντος αὐτῷ τοῦ σπηλαίου τοῦ | 101 | |
10 | κόσμου, ὃν ὁ Μίθρας ἐδημιούργησε, τῶν δ’ ἐντὸς κατὰ συμμέτρους ἀποστάσεις σύμβολα φερόντων τῶν κοσμι‐ κῶν στοιχείων καὶ κλιμάτων· μετὰ δὲ τοῦτον τὸν Ζωροάσ‐ τρην κρατήσαντος καὶ παρὰ τοῖς ἄλλοις, δι’ ἄντρων καὶ σπηλαίων εἴτ’ οὖν αὐτοφυῶν εἴτε χειροποιήτων τὰς | |
15 | τελετὰς ἀποδιδόναι. | 102 |